Δύμη

Stephanos of Byzantium - Ethnika

ΔύμηParisinus OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #140
Greek source: billerbeck
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2025-12-22
Word count: 202
Source: vol2_101.jpg, vol2_103.jpg
Edit
Δύμη· πόλις Ἀχαΐας, ἐσχάτη πρὸς δύσιν, ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν (fr. 395 Pfeiffer) „εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν“. καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στράτος, ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος (FGrHist 244 F 190) „τούτων ἀπέχουσα σταδίους ρκ ἐσχάτη κεῖται πρὸς δύσιν Δύμαι“. ὁ πολίτης Δυμαῖος. Ἔφορος κδ (FGrHist 70 F 84) „παραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες“. καὶ Παυσανίας ζ (7,17,6) „Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην“. καὶ πάλιν (7,17,9) „Δυμαίοις μέν ἐστιν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα“. καὶ ἐν τῷ η (8,1,2) „τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι“. καὶ Ἀπολλόδωρος (FGrHist 244 F 191) ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος „τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι“. καὶ Φίλιστος Σικελικῶν α (FGrHist 556 F 2) „ἐπὶ τῆς <ϛ> ὀλυμπιάδος, ἣν Οἰβώτας <ὁ Δυμαῖος> ἐνίκα στάδιον“. καὶ Ἀπολλόδωρος ἐν Χρονικῶν α (FGrHist 244 F 3) „πόλεμος ἐνέστη τοῖς τε Δυμαίοις <καὶ τοῖς ***>, ὅθεν <***>“, καὶ Θεόπομπος μ (FGrHist 115 F 194) „προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος“. τὸ θηλυκὸν Δυμαία. Εὐφορίων (fr. 160 Lightfoot = fr. 121 Powell) „ἥτις ἔχεις κληῖδας ἐπιζεφύριο Δυμαίης“, διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος δὲ (fr. 27 Matthews = fr. 27 Wyss) Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ Καύκωνος ποταμοῦ, ὡς <τὰς Θήβας> Διρκαίας, ἔνιοι δὲ καὶ Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.