Δωδώνη· πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθ’ ἣν Δωδωναῖος Ζεύς. καὶ „Δωδώνης μεδέων δυσχειμέρου“ (Π 234). Φιλόξενος (fr. 402 Theodoridis) δὲ δύο φησί, Θεσπρωτικὴν καὶ Θετταλικήν, κακῶς. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος (p. 116 Düntzer) δὲ γράφει <Φη>γωναῖος, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο. ἄλλοι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. εἴρηται ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν, ἢ ἀπὸ Δωδώνου τοῦ Διὸς καὶ Εὐρώπης, ἢ ἀπὸ Δώδωνος, ἧς τὸ ἐθνικὸν οὐχ εὕρηται. σχηματίζεται δὲ Δωδώνιος. τὸ θηλυκὸν Δωδωνίς. ἔστι καὶ παροιμία (Zen. 6,5 [I 162 Leutsch/Schneidewin]) „Δωδωναῖον χαλκεῖον“ ἐπὶ The page contains the continuation of entry 247 (Δωδώνη), which likely began on the preceding page. The text provides a detailed discussion of the oracle at Dodona, citing various ancient sources including Homer, Zenodotus, Suidas, Cineas, Thrasybulus, Epaphroditus, Acestodorus, Herodian, and Mnaseas. It mentions the existence of two Dodonas (one in Epirus and one in Thessaly) and concludes with the origin of the proverb concerning the Dodonaean cauldron (Δωδωναῖον χαλκεῖον). Full text: ἔχοντας ἐπιφανὲς μαντεῖον· „τὸν δ’ ἐς Δωδώνην φάτο βήμεναι“ (ξ 327, τ 296). ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θεσσαλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ (Δ 119) καὶ ὁ Χρύσης τῷ Σμινθεῖ (Α 39)“. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος (p. 116 Düntzer) δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο. καὶ Σουίδας (FGrHist 602 F 11c) δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέας (FGrHist 603 F 2) δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον (FHG II 464a), ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ β Αἰτίων (fr. 57 Braswell/Billerbeck = fr. 55 Lünzner), ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος (FHG II 464a) δὲ ἀπὸ Δωδώνου τοῦ Διὸς καὶ Εὐρώπης. εἰκὸς δ’ ἀπὸ Δώδωνος ποταμοῦ, ὃν παρατίθησιν ὁ τεχνικὸς ἐν τῷ α τῆς Καθόλου (Hdn. 1, 24, 23–24) λέγων οὕτως· „Δώδων ποταμὸς Ἠπείρου“. Διτταὶ δ’ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας (fr. 16 τῶν πολλὰ λαλούντων, ἢ ὅτι τὸ χαλκεῖον πληττόμενον ἤχει ὑπὸ μάστιγος, ἢ ὅτι τῇ βίᾳ τῶν ἀνέμων ἤχει. ἀφ’ οὗ ἡ παροιμία. The page contains a continuation of entry 248 (Δωδώνη) from the previous page, focusing on grammatical variants of the name Dodona (Δωδών, Δωδῶνος, Δωδῶνι, Δωδῶνα, Δωδώ). It includes citations from Sophocles (fr. 460 Radt, fr. 455 Radt, Trach. 171-172), Callimachus (fr. 483 Pfeiffer), Euphorion (fr. 4 Lightfoot), and Simmias of Rhodes (fr. 10 Powell). The text ends mid-sentence: διόπερ ἔοικεν ὁ τεχνικὸς (Hdn. μεταπλασμὸν ἡγεῖσθαι. τὸ ἐθνικὸν ταύτης ἄρρητον ὡς <ἀποκοπὴν> πεπονθυίας· εἰ δέ τις σχηματίσειεν, ἔσται Δωδώνιος, ὡς Πλευρῶνος Πλευρώνιος, Καλυδῶνος Καλυδώνιος. τῆς μέντοι Δωδώνης Δωδωναῖος. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 108) „Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι“. καὶ Ὅμηρος (Π 233) „Ζεῦ ἄνα Δωδωναῖε“. καὶ Κρατῖνος Ἀρχιλόχοις (fr. 5 Kassel/Austin [PCG IV 124]) „Δωδωναίῳ κυνί, βωλοκόπῳ τίτθῃ γεράνῳ προσεοικώς“. καὶ τὸ θηλυκὸν Δωδωνίς ἀπὸ τοῦ Δωδώνη, ὡς Παλλήνη Παλληνίς. Ἀπολλώνιος (1,527 = 4,583) „στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ“. καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι (fr. 456 Radt) „τὰς θεσπιῳδοὺς ἱερέας Δωδωνίδας“. Ἀπολλόδωρος δ’ ἐν α̅ Περὶ θεῶν (FGrHist 244 F 88) τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ „καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν“. ἔστι καὶ „Δωδωναῖον χαλκίον“ παροιμία (Zen. 6,5 [I 162 Leutsch/Schneidewin]) ἐπὶ τῶν πολλὰ λαλούντων, ὡς μὲν ὁ Δήμων (FGrHist 327 F 20a) φησίν „ἀπὸ τοῦ τὸν ναὸν τοῦ Δωδωναί- ου Διὸς τοίχους μὴ ἔχοντα, ἀλλὰ τρίποδας πολλοὺς ἀλλήλων πλησίον, ὥστε τὸν ἑνὸς ἁπτόμενον παραπέμπειν διὰ τῆς ψαύσεως τὴν ἐπήχησιν ἑκάστῳ, καὶ διαμένειν τὸν ἦχον ἄχρις ἄν τις τοῦ ἑνὸς ἐφάψηται“. ἡ παροιμία δὲ οὔ φησιν εἰ μὴ χαλκίον ἕν, ἀλλ’ οὐ λέβητας ἢ τρίποδας πολλούς. προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι (fr. 30 Preller) ἀκριβῶς τὴν Δωδώνην ἐπισταμένῳ καὶ Ἀριστείδῃ τὰ τούτου μεταγραφότι, λέγοντι κατὰ τὴν β (FHG IV 326 F 30) „ἐν τῇ Δωδώνῃ στῦλοι β παράλληλοι καὶ παρεγγὺς ἀλλήλων. καὶ ἐπὶ μὲν θατέρου χαλκίον ἐστὶν οὐ μέγα τοῖς δὲ νῦν παραπλήσιον λέβησιν, ἐπὶ δὲ θατέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ μαστίγιον ἔχον· οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. ὅταν οὖν ἄνεμον συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συνέβαινε ψαύειν τοῦ χαλκίου καὶ τοῦτο ἀδιαλείπτως ποιεῖν, ἕως ἂν ὁ ἄνεμος διαμένῃ“. „καὶ κατὰ μέντοι τοὺς ἡμετέρους <χρόνους>“, φησὶν ὁ Ταρραῖος (fr. 3 Linnenkugel), „ἡ μὲν λαβὴ τῆς μάστιγος <διασέσωσται>, οἱ δὲ ἱμάντες The page contains the continuation of entry 250 (Δωδώνη), including an explanation of the proverb 'Δωδωναῖον χαλκίον' and a quotation from Menander's Arrhephoros (fr. 65 Kassel/Austin). Text: ἀποπεπτώκασιν. παρὰ μέντοι τῶν ἐπιχωρίων τινὸς ἠκούσαμεν ὡς, ἐπείπερ ἐτύπτετο μὲν <τὸ χαλκίον> ὑπὸ μάστιγος ἤχει δ’ ἐπὶ πολὺν χρόνον, ὡς χειμερίου τῆς Δωδώνης ὑπαρχούσης, εἰκότως εἰς παροιμίαν περιεγένετο. μέμνηται αὐτῆς Μένανδρος ἐν Ἀρρηφόρῳ (fr. 65 Kassel/Austin [PCG VI 2,76] = fr. 60 Sandbach) ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην ταύτην τίς, ἢ τίτθην καλῇ, πέρας <οὐ> ποιεῖ λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον, ὃ λέγουσιν ἠχεῖν, ἂν παράψῃθ’ ὁ παριών, τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.
Translation pending