Δώτιον· πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα Κνιδία. ἀπὸ Δωτίας τῆς Ἐλάτου κληθεῖσα, ἢ ἀπὸ Δώτιος ἢ ἀπὸ Δώτου. ὁ πολίτης Δωτιεύς. τὸ θηλυκὸν Δωτηίς καὶ Δωτιάς. The page contains the continuation of a lemma entry (likely Δώτιον, which would have been entry 252 or similar) discussing various grammatical forms (Δωτηίς, Δωτιάς, Δώτιον) and citations from authors such as Rhianus, Sophocles, Apollonius Rhodius, Antimachus, Dionysius, and Herodian. The Greek text continues: Radt) „Φερητίδης τ’ Ἄδμητος ἠδ’ | ὁ Δωτιεὺς | Λαπίθης Κόρωνος“. τὸ θηλυκὸν Δωτηίς. Ῥιανὸς ἐν δ Μεσσηνιακῶν (FGrHist 265 F 39 = fr. 50 Powell) „αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείῃ“. καὶ Δωτιάς, ὡς Ἰλιάς τοῦ Ἰλιεύς. Σοφοκλῆς ἐν Πηλεῖ (fr. 492 Radt) „βασιλεὺς χώρας τῆς Δωτιάδος“. καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ῥόδου κτίσει (fr. 10 Powell) „ὅσσα τε γαίης | †ἔργα τε† Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες“. καὶ Ἀντίμαχος ἐν β Λύδης (fr. 85 Matthews = fr. 72 Wyss) „φεύγοντας γαίης ἔκτοθι Δωτιάδος“. καὶ οὐδέτερον Δώτιον, Διονύσιος ἐν α Γιγαντιάδος (fr. 27 Livrea = fr. 15a Heitsch) „καὶ κελάδων Σπερχειός, ἔχουσι δὲ Δώτια τέμπεα“. καὶ τὸ ἑνικὸν ἐν τῷ β (fr. 29 Livrea = fr. 15b Heitsch) „καὶ κενεὸν βρόντησε λέβης ἀνὰ Δώτιον ἄργος“. ἐκλήθη δὲ Δώτιον ἀπὸ Δώτου τοῦ Πελασγοῦ παιδός, ὡς Ἡρωδιανὸς ἐν η (1,214,19–20) „Δῶτος ὁ Πελασγοῦ, ἀφ’ οὗ τὸ Δώτιον πεδίον“. ἐκ πε- The text on this page is a continuation of lemma 258 (Δώριον) from the previous page. It concludes the entry with a discussion on the variants Δώριον and Δώτιον, citing Horos and Hesiod. Continuation text: ριττοῦ τοίνυν Ὧρος ἐν τοῖς Ἐθνικοῖς τῇδε γράφει (Reitzenstein, Gesch. p. 316) „καὶ τὰ περὶ Θάμυριν ἐν Δωρίῳ παριστοροῦντος τοῦ ποιητοῦ (Β 594–600), πάλιν Ἡσίοδος (fr. 66 Most = fr. 65 Merkelbach/West) Δωτίῳ ἐν πεδίῳ φάσκει αὐτὸν τετυφλῶσθαι“. συντάσσει γὰρ τοῦτο τοῖς διχογραφουμένοις πρωτοτύποις τῶν ἐθνικῶν. ἐπάγει γοῦν· „οὐ γὰρ ὡς ἡ Καλχηδὼν καὶ Καρχηδὼν καὶ τὰ τοιαῦτα λέγεται. ἡ μὲν γὰρ διὰ τοῦ λ περὶ τὸν Πόντον, ἡ δὲ διὰ τοῦ ρ {πρὸ} τῆς Λιβύης“. ἡμεῖς δὲ προὔφθημεν δείξαντες διὰ πολλῶν μαρτυριῶν ἕτερον <τὸ> διὰ τοῦ ρ Δώριον καὶ ἕτερον τὸ διὰ τοῦ τ Δώτιον.
Translation pending