Φαλάκραι, ἄκρα τῆς Ἴδης, ἥ τις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ´ ἐψίλωται. καὶ πάντα δὲ τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. ὁ ἐκ τόπου Φαλακραῖος. Λυκόφρων “στερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον”. καὶ θηλυκῶς “Φαλακραῖαι κόραι”. καὶ οὐδέτερον. ἔστι καὶ κώμη Λιβύης Φαλάκραι· ἔστι καὶ Φάλακρον ἀκρωτήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί.
Translation pending