Σχοινοῦς, Ἀρκαδίας χωρίον, ἀπὸ Σχοινέως τοῦ Ἀταλάντης πατρός. ἑλώδης δὲ ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν, ὥσπερ καὶ τῶν δήμων ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων Ῥαμνοῦς Φηγοῦς Μυρρινοῦς Μαραθοῦς. ὁ τὸ χωρίον οἰκῶν Σχοινούντιος, ὡς Σελινούντιος ... καὶ Σχοινεύς ποταμός, ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τρύφων ἐν τῷ περὶ παρωνύμων ὧδέ φησι “τὰ εἰς « ευς » λήγοντα παρώνυμα οὐδέποτε τῆς γενικῆς τοῦ πρωτοτύπου μιᾷ πλεονάζει. ὁ γοῦν Φωκαεύς οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ μέντοι τὴν Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύς παρὰ τὴν Ἐλλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Σχοῖνον ποταμὸς Σχοινεύς καλεῖται ἤτοι παρὰ τοὺς σχοίνους ἢ παρὰ τὸν Σχοινέα τὸν τῆς Ἀταλάντης πατέρα”. ὁ πολίτης μέντοι Σχοινεύς (ὁ γὰρ ποταμὸς καὶ ὁ οἰκιστὴς Σχοινεύς) ὡς Ταρσοῦ Ταρσεύς. ἐκ τόπου Σχοινόθεν.
Translation pending