Τένεδος

Stephanos of Byzantium - Ethnika

Τένεδος OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #91
Greek source: meineke
Meineke: 615.14 | Billerbeck: Τ91
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-24
Word count: 182
Source: vol4_320.jpg
Edit
Τένεδος, νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλλησπόντῳ. ἀπὸ Τένου καὶ Ἀμφιθέας ἢ Ἡμιθέας, τῶν Κύκνου παίδων, οἱονεὶ Τενούεδος. ἐκαλεῖτο δὲ Λεύκοφρυς· ὁ πολίτης Τενέδιος, ὡς Ἀράδιος Ῥόδιος. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτὴν εἶναί φησι. καὶ παροιμία “Τενέδιος αὐλητής” ἐπὶ τῶν τὰ ψευδῆ μαρτυρούντων. τὸν γὰρ αὐλητὴν ἡ Φυλονόμη πρὸς Κύκνον ἤγαγε, μαρτυροῦντα ὅτι Τένης αὐτὴν ἤθελε βιάσασθαι. ἔστι καὶ ἑτέρα παροιμία “Τενέδιος πέλεκυς” ἐπὶ τῶν ἤτοι πικρῶς ἢ καὶ μᾶλλον συντόμως ἀποκοπτόντων τὰ ζητήματα καὶ τὰ ἄλλα πράγματα. καί φησιν Ἀριστείδης καὶ ἄλλοι τὸν ἐν Τενέδῳ Ἀπόλλωνα πέλεκυν κρατεῖν διὰ τὰ συμβάντα τοῖς περὶ Τένην. ἢ μᾶλλον, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Τενεδίων πολιτείᾳ, ὅτι βασιλεύς τις ἐν Τενέδῳ νόμον ἔθηκε, τὸν καταλαμβάνοντα μοιχοὺς ἀναιρεῖν πελέκει ἀμφοτέρους. ἐπειδὴ δὲ συνέβη τὸν υἱὸν αὐτοῦ καταληφθῆναι μοιχόν, ἐκύρωσε καὶ περὶ τοῦ ἰδίου παιδὸς τηρηθῆναι τὸν νόμον, καὶ ἀναιρεθέντος εἰς παροιμίαν περιῆλθε τὸ πρᾶγμα ἐπὶ τῶν ὠμῶς πραττομένων. διὰ τοῦτό φησι καὶ ἐπὶ τοῦ νομίσματος τῶν Τενεδίων κεχαράχθαι ἐν μὲν τῷ ἑτέρῳ μέρει πέλεκυν ἐπὶ δὲ τοῦ ἑτέρου δύο κεφαλὰς εἰς ὑπόμνησιν τοῦ περὶ τὸν παῖδα παθήματος. ἔστι καὶ ἄλλη παροιμία “Τενέδιος ξυνήγορος” ὁ ἀπότομος καὶ σκληρός. Ἀπολλόδωρος δὲ ἐν νεῶν καταλόγῳ φησὶν ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ τῆς νήσου Τενεδίους. καὶ θηλυκῶς Τενεδία.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.