Ἀγνοῦς, δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς· τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ ὡς Φρύνιχος τῆς Ἀτταλίδος. ἐκλήθη δὲ ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. ἐπιπολάζει γὰρ καὶ τοῦτο τὸ εἶδος παρ´ Ἕλλησιν, οἷον Σχοινοῦς Σκιλλοῦς Πιτυώδης Δαφνοῦς Σελινοῦς Ἐρικώδης, ἀπὸ τῶν ἐν τοῖς τόποις φυομένων. καὶ τῶν Ἀθήνησι δήμων τινές, Ἀχερδοῦς Φηγοῦς Μυρρινοῦς. ὁ δημότης Ἀγνούσιος, ὡς Ῥαμνούσιος. ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ « ι » τοῦ « τ » οὐ φυλασσομένου, ὡς ἐν τῷ Σελινούντιος Ὀπούντιος Ἱεριχούντιος, τρεπομένου δὲ εἰς « σ », καὶ τοῦ πρὸ αὐτοῦ « ν » ὑφαιρουμένου, Ἁλιμούσιος Φηγούσιος. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦσι. παρ´ αὐτοῖς γὰρ οὐ λέγεται Ἀγνόεις ἢ Φηγόεις ἢ Μυρρινόεις. ὅθεν οὐδὲ διὰ τοῦ « τ » λέγεται Σιμούντιος, ἀλλὰ διὰ τοῦ « σ » μετὰ τῆς ὑφέσεως τοῦ « ν ». τὸ δὲ Σιμοῦς Σιμόεις διαιρεῖται, καὶ Ὀποῦς Ὀπόεις. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρεῖσθαι κυριώτερα καθέστηκεν, ὅθεν μετὰ τοῦ « τ » λέγεται Σιμούντιος· οὐ γὰρ Ἀττικὰ ταῦτα. τὸ τοπικὸν Ἀγνουντόθεν, καὶ ἐν τόπῳ Ἀγνοῦντι ἐν τοῖς ἄξοσιν “ἐπειδὴ Ἀγνοῦντι θυσία ἐστὶ τῷ Λεῷ”. εἰς τόπον Ἀγνοῦντάδε.
Translation pending