Αἴγιναι, τρεῖς. νῆσος, μία τῶν Κυκλάδων, ἥτις Οἰνώνη ἐκαλεῖτο, ὕστερον δὲ Αἴγινα ἀπὸ τῆς Ἀσωποῦ μὲν θυγατρὸς Αἰγίνης, Αἰακοῦ δὲ μητρός. ὁ πολίτης Αἰγινεύς, ὡς Στράβων, ὡς οἱ πολλοί, Αἰγινήτης. ὁ δὲ τοῦ Αἰγινήτου φόρτος ἢ δοῦλος Αἰγινητικός, ὡς τοῦ Ῥόδιος Ῥοδιακός. Αἰγιναῖος δὲ ὁ ἔποικος ἢ κέραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ Αἰγίνης, καὶ τὸ θηλυκὸν Αἰγιναία. λέγεται καὶ γυνὴ Αἰγιναία, ὡς Δείναρχος ἐν τῷ κατὰ Πυθέου ξενίας. τὸ θηλυκὸν τοῦ Αἰγινήτης Αἰγινῆτις. σπάνια δὲ τὰ εἰς « της » ἐθνικὰ τῷ « η » παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύτονα. εἰσὶ δὲ ταῦτα, Αἰγινήτης, “Μαλειήτης [ἔστι δὲ] τρύπανον αἰπολικόν” Κεραμιήτης. τὸ δὲ πολιήτης πλεονασμὸν ἔχει τοῦ « η », ὡς τὸ μυθιήτης, ὅπερ οὐδ´ ἐθνικόν, καὶ τὸ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. τὸ δὲ Βαργυλιήτης καὶ Μασσαλιήτης τέτραπται. τὸ δὲ κωμήτης Σιδήτης λιμνήτης τρισύλλαβα. ἀπὸ τοῦ Αἰγινήτης Αἰγινητικός τὸ κτητικὸν καὶ Αἰγινητική καὶ Αἰγινητικόν.
Translation pending