Ἄνδειρα, πόλις [τῆς Τρωάδος], οὐδετέρως, ἐν ᾗ λίθος “ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινὸς καμινευθεὶς ἀποστάζει ψευδάργυρον· εἶτα κραθεὶς χαλκῷ ὀρείχαλκος γίνεται” Στράβων ιγʹ καὶ Θεόπομπος ιγʹ. τὸ ἐθνικὸν Ἀνδειρηνός καὶ Ἀνδειρηνή. οὕτω γὰρ ἐκαλεῖτο ἡ μήτηρ τῶν θεῶν ἐκεῖ. ἔστι καὶ Ἄνδειρα θηλυκῶς, Φρυγίας.
Translation pending