Παλική

Stephanos of Byzantium - Ethnika

Παλική OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #1
Greek source: meineke
Meineke: 496.7 | Billerbeck: Π1
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-14
Word count: 129
Source: vol4_034.jpg
Edit
Παλική, πόλις Σικελίας. Θεόφιλος δ´ ἐν ἑνδεκάτῳ περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιληνὸς δὲ ἐν δευτέρῳ Αἴτνης τῆς Ὠκεανοῦ καὶ Ἡφαίστου, κληθῆναι δὲ αὐτοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. “ἔστι δὲ καὶ κρήνη τις ἐν Παλικοῖς τῆς Σικελίας ὡς δεκάκλινος. αὕτη δ´ ἀναρρίπτει ὕδωρ εἰς ὕψος ἓξ πήχεις, ὥστε ὑπὸ τῶν θεωρούντων νομίζεσθαι κατακλυσθήσεσθαι τὸ πεδίον, καὶ πάλιν εἰς ἑαυτὸ καθίσταται. ἔστι δὲ καὶ ὅρκος ἅγιος αὐτόθι· ὅσα γὰρ ὀμνύει τις εἰς πινάκιον γράψας, βάλλει [αὐτὸ] εἰς τὸ ὕδωρ· ἐὰν μὲν οὖν εὐορκῇ, ἐπιπολάζει, ἐὰν δὲ μὴ εὐορκῇ, τὸ μὲν πινάκιον ἀφανίζεται, αὐτὸς δὲ πίμπραται”. ὁ πολίτης Παλικῖνος, ὡς τῆς Ἐρύκης Ἐρυκῖνος, καὶ τὸ θηλυκὸν Παλικίνη.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.151
char LCS 69 (10.4%) · word LCS 12 (9.3%)
Stephanos
Παλική, πόλις Σικελίας. Θεόφιλος δ´ ἐν ἑνδεκάτῳ περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιληνὸς δὲ ἐν δευτέρῳ Αἴτνης τῆς Ὠκεανοῦ καὶ Ἡφαίστου, κληθῆναι δὲ αὐτοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. “ἔστι δὲ καὶ κρήνη τις ἐν Παλικοῖς τῆς Σικελίας ὡς δεκάκλινος. αὕτη δ´ ἀναρρίπτει ὕδωρ …
Herodian
…δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ 'ι' μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. * Τὰ εἰς 'κος' λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, προσηγορικὰ