Ἄβαι

Stephanos of Byzantium - Ethnika

Ἄβαι OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #1
Greek source: meineke
Meineke: 1.1 | Billerbeck: Α1
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-27
Word count: 167
Source: vol1_084.jpg
Edit
Ἄβαι, πόλις Φωκική, ἀπὸ εὐθείας ἑνικῆς τῆς Ἄβη. κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Ἡρωδιανὸς δέ φησιν ὅτι τὸ Ἄβας, ὅτε ἔθνος σημαίνει, περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰσοσυλλάβως καὶ περιττοσυλλάβως. ἔστι δὲ ὁ ποταμὸς Ἰταλίας. ὡς οὖν ἀπὸ τοῦ Ἀμύκλα Ἀμύκλαι, οὕτως Ἄβα Ἄβαι. Λυκόφρων “ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας”. τὸ ἐθνικὸν Ἀβαῖος καὶ τὸ κτητικόν. μηδεὶς δὲ περιττολογίαν ἡγείσθω τὴν παράθεσιν τῶν ἐθνικῶν, διὰ τὸ ἀνόμοιον. Δέρβη γὰρ φρούριον Ἰσαυρίας, τὸ δὲ ἐθνικὸν Δερβήτης καὶ Δερβαῖος, ὡς Σιδήτης καὶ Πυλήτης, ὡς δειχθήσεται, ἀπὸ τοῦ Σίδη καὶ Πύλη. [ὡς] καὶ Ἄλβη, τὸ ἐθνικὸν Ἀλβανός. καὶ Ἀλύβη, τὸ δὲ ἐθνικὸν Ἀλυβαῖος καὶ Ἀλυβεύς, οὗ θηλυκὸν Ἀλυβηίς, καὶ Ἀλυβήιος τὸ κτητικόν, ὡς βασιλήιος· ἀλλὰ καὶ Ἄλυβες. καὶ Ἀρτάκη Ἀρτακηνός Ἀρτάκιος, οὐκ Ἀρτακαῖος. αἱ δὲ Ἄβαι πόλις ἐν τοῖς Φωκεῦσιν, ἔνθα ἱερὸν Ἀπόλλωνος. ἦν δὲ τοῦτο τὸ μαντεῖον πρὸ τοῦ ἐν Δελφοῖς. ἔστι καὶ ἄλλη Ἄβα πόλις Καρίας, ὡς Ἡρωδιανὸς ἐν ἑνδεκάτῳ βιβλίῳ. δύναται δὲ Ἀβεύς τὸ ἐθνικὸν διὰ τὸν εἰθισμένον τοῖς Καρικοῖς τύπον, ὡς δείξομεν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.308
char LCS 43 (5.3%) · word LCS 7 (4.2%)
Stephanos
…περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰσοσυλλάβως καὶ περιττοσυλλάβως. ἔστι δὲ ὁ ποταμὸς Ἰταλίας. ὡς οὖν ἀπὸ τοῦ Ἀμύκλα Ἀμύκλαι, οὕτως Ἄβα Ἄβαι. Λυκόφρων “ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας”. τὸ ἐθνικὸν Ἀβαῖος καὶ τὸ κτητικόν. μηδεὶς δὲ περιττολογίαν ἡγείσθω τὴν παράθεσιν τῶν ἐθνικῶν, διὰ τὸ ἀνόμοιον. Δέρβη γὰρ φρούριον Ἰσαυρίας, τὸ δὲ ἐθνικὸν Δερβήτης καὶ Δερβαῖος, ὡς Σιδήτης καὶ Πυλήτης, ὡς δειχθήσεται, ἀπὸ τοῦ Σίδη καὶ Πύλη. [ὡς] καὶ Ἄλβη, τὸ ἐθνικὸν Ἀλβανός. καὶ Ἀλύβη,…
Herodian
…ι, Προποντίς, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουσιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν 'οι' δίφθογγον. Τὰ εἰς 'βη' ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλις Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶς Ἄβαι ὡς Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων (v. 1074) »ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας«. κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Τάβαι πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας »ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι«. καὶ Ἀπολλώνιος ἐνάτῳ »ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι«. ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρω…