Ἀβάκαινον, πόλις Σικελίας, οὐδετέρως καὶ προπαροξυτόνως καὶ ἡ παραλήγουσα διὰ διφθόγγου, ὡς Ἡρωδιανὸς ἐν τρισκαιδεκάτῳ περὶ οὐδετέρων. λέγει δ´ εἶναι πόλιν Καρικήν, ἣν εὑρεῖν οὐκ ἠδυνήθημεν. Σικελῶν δὲ μοῖρά τίς ἐστι. τὸ ἐθνικὸν Ἀβακαινῖνος, ὡς Ἀκραγαντῖνος, ὃ οὐκ ἄηθες Σικελῶν, Μεταποντῖνος Λεοντῖνος Βρεντεσῖνος Τερεντῖνος Ἀρρητῖνος Ἀσσωρῖνος Ἐρυκῖνος.
Translation pending