Ἀβαντίς

Stephanos of Byzantium - Ethnika

Ἀβαντίς OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #3
Greek source: meineke
Meineke: 3.1 | Billerbeck: Α3
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-27
Word count: 191
Source: vol1_088.jpg
Edit
Ἀβαντίς, ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ´ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου, ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. τὸ ἐθνικὸν ὁμωνυμεῖ τῷ ἥρῳ, ὡς Ἴων Θεσσαλός Ἀχαιός Τρώς Δαναός Δοκρός. τὸ δὲ Τευκρός διήλλαξεν· ὀξύνεται γάρ. τὸ κτητικὸν Ἀβάντειος ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου, ὡς τὸ Βυζαντίου, ἀλλ´ ὡς Θόας Θοάντειος. τὸ δ´ Ὑάντιος ὡς ἐθνικὸν συνέστειλεν Ἀπολλώνιος ἐν τῷ “Ὑαντίου Ὀγχηστοῖο”. ἢ παρὰ λόγον ὡς “Ποιάντιον ἀγλαὸν υἱόν”. δοκεῖ δ´ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαντιάς, ὡς ἀπὸ τοῦ Ἑλικώνιος Ἑλικωνιάς, Ὀλύμπιος Ὀλυμπιάς, Δήλιος Δηλιάς. τὸ δὲ Ἀβαντίς ἀπὸ τῆς Ἄβαντος γενικῆς, ὡς Ἑλικωνίς τῆς Ἑλικῶνος, Βίστονος Βιστονίς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ Ἀβαντιάς ἀπὸ τοῦ Ἀβαντίς παρήχθη, ὡς ἀπὸ τοῦ Λέσβος Λεσβίς Λεσβιάς, Ἀχαιίς Ἀχαιιάς “Ἀχαιιάδων εὐπέπλων”. μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ, ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιάς, τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ « β » εἰς « μ » Ἀμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος δὲ Ἀμαντίνην, ὡς Λεοντίνην, αὐτὴν ἔφη “καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.104
char LCS 206 (21.7%) · word LCS 42 (22.5%)
Stephanos
Ἀβαντίς, ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ´ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου, ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. τὸ ἐθνικὸν ὁμωνυμεῖ τῷ ἥρῳ, ὡς Ἴων Θεσσαλός Ἀχαιός Τρώς Δαναός Δοκρός. τὸ δὲ Τευκρός διήλλαξεν· ὀξύνεται γάρ. τὸ κτητικὸν Ἀβάντειος ἢ τοῦ κυρίου ἢ τῶν Ἀβάντων, οὐ τόπου τινὸς Ἀβαντίου, ὡς τὸ Βυζαντίου, ἀλλ´ ὡς Θόας Θοά…
Herodian
…ος, ὑφ´ ὧν πρῶτον ᾠκίσθη ἡ Λῆμνος νῆσος, ὡς Στράβων. Τὰ εἰς 'τις' πολυσύλλαβα 'ν' πρὸ τοῦ 'τ' ἔχοντα μὴ παρακείμενα τοῖς εἰς 'της' ὀξύνεται, Προποντίς ἡ πρὸ τοῦ Πόντου τοῦ Εὐξείνου θάλασσα καὶ γῆ Βυζαντίων. Ἑλλησποντίς. Ἀβαντίς ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ´ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. Ὑαντίς. οὕτως πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίς. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Παρθένιος δ´ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης. Ἀθαμαντίς· οὕτως Τέω πόλιν Ἰων…