Δαρσανία, πόλις Ἰνδική, ἐν ᾗ αὐθημερὸν ἱμάτιον ἱστουργοῦσι γυναῖκες, ὡς Διονύσιος Βασσαρικῶν τρίτῃ ἢ οἳ Δαρσανίην ναῖον πόλιν εὐρυάγυιαν, ἔνθα τε πέπλα γυναῖκες Ἀθηναίης ἰότητι αὐτῆμαρ κροκόωσιν ἐφ´ ἱστοπόδων τανύουσαι, αὐτῆμαρ δ´ ἐτάμοντο [καὶ ἐξ ἱστῶν] ἐρύσαντο. τὸ ἐθνικὸν Δαρσάνιοι ὡς Καρμάνιοι Ὑρκάνιοι ..μάνιοι.
Translation pending