Δούλων πόλις

Stephanos of Byzantium - Ethnika

Δούλων πόλις OCR ✓ Trans ✓ Confirmed ✓
city
Δούλων πόλις, πόλις Λιβύης, Ἑκαταῖος ἐν περιηγήσει. “καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ”. ἔστι καὶ ἑτέρα Ἱεροδούλων ἐν ᾗ εἷς μόνος ἐλεύθερός ἐστι. φασὶ καὶ κατὰ Κρήτην Δουλόπολιν εἶναι χιλίανδρον. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος “μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων”. ἔστι καὶ χωρίον ἐν Αἰγύπτῳ Δουλόπολις ὥς φησιν Ὀλυμπιανός. τὸ ἐθνικὸν Δουλοπολίτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.93
char LCS 219 (45.6%) · word LCS 38 (44.2%)
Stephanos
…ύης, Ἑκαταῖος ἐν περιηγήσει. “καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ”. ἔστι καὶ ἑτέρα Ἱεροδούλων ἐν ᾗ εἷς μόνος ἐλεύθερός ἐστι. φασὶ καὶ κατὰ Κρήτην Δουλόπολιν εἶναι χιλίανδρον. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος “μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων”. ἔστι καὶ χωρίον ἐν Αἰγύπτῳ Δουλόπολις ὥς φησιν Ὀλυμπιανός. τὸ ἐθνικὸν Δουλοπολίτης.
Herodian
…πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔστι καὶ Λυδίας καὶ Παλαιστίνης. Δουλόπολις πόλις κατὰ Κρήτην. σημειωτέον δ´ ὅτι Κρατῖνος ἐν Σεριφίοις Πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος, μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος «εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων». ἔστι καὶ Δούλων πόλις πόλις Λιβύης. Ἑκαταῖος ἐν περιηγήσει «καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας…