Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κάλλατις, πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου, Στράβων ἑβδόμῃ. ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς. ὁ πολίτης Καλλατιανός, ὡς Τραλλιανός Σαρδιανός· ἀφ´ οὗ Ἴστρος Καλλατιανὸς περὶ τραγῳδίας γράψας καλὸν βιβλίον. ἔοικε δ´ εἶναι ἀπὸ τοῦ Καλλατία ὡς Ὀλβιανός, εἰ μὴ ἀπὸ τῆς ἰωνικῆς γενικῆς γέγονε τῆς Καλλάτιος.
…ρίας. τὸ δὲ Ῥακῶτις—οὕτως ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο—καὶ Λιμενῶτις χερρόνησος Κελτικὴ προπερισπᾶται ὡς ἀπὸ ἀρσενικῶν εἰς 'ης' γενόμενα. * Τὰ εἰς 'τις' ὀνόματα πόλεων πολυσύλλαβα τῷ 'α' ἢ 'ο' παραληγόμενα βαρύνεται, Κάλλατις πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. Στράβων ἑβδόμῃ· ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς. Ναύκρατις πόλις Αἰγύπτου ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων ὡς Στράβων ἑπτακαιδεκάτῃ. Ὀνείβατις πόλις Αἰγύπτου Ἑκαταῖος περιηγήσει Λιβύης. Ἰαγξούατις πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. Ἄβοτις πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος. Κρ…