Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Κραναή, νῆσος Λακωνική. Ὅμηρος “νήσῳ δ´ ἐν Κραναῇ ἐμίγην”. ἥτις πρόκειται τοῦ Γυθείου. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες οὕτω τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. Ἑλένη καλεῖται νῦν. ἐμοὶ δοκεῖ Ἀλέξανδρος δηλοῦν οὐ τὸν διὰ τῶν νήσων πλοῦν πεποιημένον, τὸν εἴσω ἄγοντα, ἀλλὰ τὸν ἔξω. ὑπονοῶν γὰρ διωχθήσεσθαι τὴν Κρήτην εὐώνυμον λαμβάνει κ…
…νέα κυνῆ, τραγέα τραγῆ. Τὰ εἰς 'η' καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλις Ἀραβίας. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡσαύτως καὶ Κραναή νῆσος Λακωνική. Ὅμηρος »νήσῳ δ´ ἐν Κραναῇ ἐμίγην« (Il. Γ 445). οὕτως δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ 'ευη' παροξύνεται, χλεύη, Βεύη πόλις Μακεδονίας, Εὔη. τὸ δὲ σκευή ὀξύνεται, καὶ τὰ ἀπ´ αὐτῆς κατασκευή, ἐπισκευή, ὑποσκευή. Τὰ εἰς 'η' καθαρὸν δισύλλαβα τῷ 'ο' παραλ…