Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ὸς τὸ κοιμᾶσθαι νυκτὸς ἐπιγενομένης, ὅθεν καὶ ἐπικέκληται, ὡς Φιλόξενος. ὁ οἰκήτωρ ἐγκώμιος. Ἡσίοδος “εἰ γάρ τοι καὶ χρῆμ´ ἐγκώμιον ἄλλο γένοιτο”. καὶ κωμαῖος καὶ κωμήτης ἀρσενικῶς καὶ θηλυκῶς διὰ τοῦ « ι ». καὶ ὁ δῆμος κώμη. εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι. λέγεται καὶ κωμήτωρ.
…νυῖα, κόσμη γάρ. ὡσαύτως καὶ τὸ Εὐρυνόμη καὶ Ἀμφινόμη βαρύνονται. Τὰ εἰς 'μη' φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μνήμη, κνήμη, φήμη, χήμη, νοσήμη, θελήμη, φιλήμη ἡ φιλία. ῥώμη καὶ Ῥώμη διασημοτάτη πόλις Ἰταλίας, γνώμη, κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι, ὡς Φιλόξενος. βρώμη, τρώμη, Ἰθώμη πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος. Ὅμηρος »οἵ τ´ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν (Β 729). ἔστι καὶ Μεσσήνης. ἀπὸ Ἰθώμου βασιλέως. καλεῖται δὲ ὁ τόπος τῆς Θεσσαλικῆς Θούμαιον ἀποβ…
Κώμη, ἐν ταῖς μακραῖς ὁδοῖς μέσα χωρία ἔκτισαν πρὸς τὸ κοιμᾶσθαι νυκτὸς ἐπιγενομένης, ὅθεν καὶ ἐπικέκληται, ὡς Φιλόξενος. ὁ οἰκήτωρ ἐγκώμιος. Ἡσίοδος “εἰ γάρ τοι καὶ χρῆμ´ ἐγκώμιον ἄλλο γένοιτο”. καὶ κωμαῖος καὶ κωμήτης ἀρσενικῶς καὶ θηλυκῶς διὰ τοῦ « ι ». καὶ ὁ δῆμος κώμη. εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι. λέγεται καὶ κωμήτωρ.
…ντόπιος, ἐκτόπιος, ἐνδάπιος, ἐγχώριος καὶ ἐπιχώριος, τὸ χώριος μὲν οὐ λέγεται, ἀλλὰ τὰ σύνθετα. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται (Oed. Col. 875). τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων (c. 1). ἐγκώμιος. Ἡσίοδος «εἰ γάρ τοι καὶ χρῆμ´ ἐγκώμιον ἄλλο γένοιτο». Ἄβιος ἔθνος Σκυθικόν. Ὅμηρος (Il. Ν 6) «Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων». Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διόφαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. ἢ ὅτι…