Χαλκίς

Stephanos of Byzantium - Ethnika

Χαλκίς OCR ✓ Trans ✓ Confirmed ✓
city
Χαλκίς, πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ “Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο”. ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. τινὲς δὲ Χαλκιδεῖς φασι κληθῆναι διὰ τὸ χαλκουργεῖα πρῶτον παρ´ αὐτοῖς ὀφθῆναι. τὸ παλαιὸν δὲ Στύμφηλος προσηγορεύετο, νῦν δὲ Ἁλίκαρνα [ἀλλὰ καὶ Ὑποχαλκίς διὰ τὸ ὑποκεῖσθαι ὄρει λεγομένῳ Χαλκίδι.] μέμνηται δ´ αὐτῆς καὶ ὁ ποιητής “Χαλκίδ´ Ἐρέτριάν τε πολυστάφυλόν τ´ Ἰστίαιαν”. ὁ πολίτης Χαλκιδεύς, ὡς ἀπὸ τῆς Χαλκίδος γενικῆς, ὡς τοῦ Ἀρκάδος Ἀρκαδεύς καὶ τῆς Τρῳάδος Τρῳαδεύς. καὶ τὸ θηλυκὸν ὁμώνυμον τῇ πόλει, ὡς Φωκίς Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ “Θεοκλέης ἐκ Χαλκίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε”. τὸ κτητικὸν Χαλκιδικόν. Ἀριστοφάνης Ἱππεῦσι “τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον“; καλοῦνται δὲ καὶ οἱ ἐν τῇ Κύμῃ τῆς Σικελίας Χαλκιδεῖς. οὗτοι δ´ ἄποικοί εἰσιν ἐξ Εὐβοίας. ἔστι καὶ Χαλκιδικὸν ὄρος Σικελίας, ὡς Πολύβιος πρώτῳ “ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταστρατοπεδεύσας ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον”. ἔστι καὶ βʹ Χαλκίς πόλις Κορίνθου. γʹ Αἰτωλίας, ἀφ´ ἧς Ἀχελῷος ῥεῖ. Διονύσιος ὁ περιηγητής “νήσων τ´ ἀλλάων, ὅσσας τ´ ἀπὸ Χαλκίδος ἕρπων”. δʹ πόλις ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος. τὸ ταύτης ἐθνικὸν Χαλκιδηνός. [εʹ] ἔστι καὶ πόλις Χαλκίς ἐν Σκυθίᾳ, ἧς οἱ πολῖται Χαλκῖται [ἔστι] καὶ ἡ χώρα Χαλκῖτις, ὡς Ἑρμείας ἐν περιηγήσει. ϛʹ καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας. ζʹ νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ, ἧς οἱ πολῖται Χαλκιδεῖς. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ “μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμενον”.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 2 occurrences

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian overlap data is not available in this environment.