Δύμη

Stephanos of Byzantium - Ethnika

ΔύμηParisinus OCR ✓ Trans ✓ Confirmed ✓
city
Δύμη, πόλις Ἀχαΐας, ἐσχάτη πρὸς δύσιν ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν “εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν ...” καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στράτος ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος “τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη κεῖται πρὸς δύσιν Δῦμαι”. ὁ πολίτης Δυμαῖος. Ἔφορος κδʹ “παραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες”. καὶ Παυσανίας ζʹ “Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην”. καὶ πάλιν “Δυμαίοις μέν ἐστιν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα”. καὶ ἐν τῷ ηʹ “τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι”. καὶ Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος “τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι”. καὶ Φίλιστος Σικελικῶν αʹ “ἐπὶ τῆς ὀλυμπιάδος ἣν Οἰβώτας [ὁ Δυμαῖος] ἐνίκα στάδιον”. καὶ Ἀπολλόδωρος ἐν χρονικῶν αʹ “πόλεμος ἐνέστη τοῖς τε Δυμαίοις ὅθεν ...” καὶ Θεόπομπος μʹ “προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος”. τὸ θηλυκὸν Δυμαία. Εὐφορίων “ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης”, διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ Καύκωνος ποταμοῦ, ὡς [τὰς Θήβας] Διρκαίας, ἔνιοι δὲ καὶ Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων ὡμίλης´, εἵως διεπέρσατε Δύμιον ἄστυ.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.96
char LCS 36 (3.3%) · word LCS 7 (3.2%)
Stephanos
… ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος”. τὸ θηλυκὸν Δυμαία. Εὐφορίων “ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης”, διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ Καύκωνος ποταμοῦ, ὡς [τὰς Θήβας] Διρκαίας, ἔνιοι δὲ καὶ Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων ὡμίλης´, εἵως διεπέρ…
Herodian
…ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φρικωνίς, Χαιρωνίς. τὸ δὲ Πυῆνις πόλις Κόλχων καὶ Ἄθηνις καὶ Ἄδωνις καὶ τὸ ὄνωνις εἶδος ἀκάνθης βαρύνονται, οὐ γὰρ παρώνυμα…