Δύμη, πόλις Ἀχαΐας, ἐσχάτη πρὸς δύσιν ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν “εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν ...” καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις Στράτος ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλόδωρος “τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη κεῖται πρὸς δύσιν Δῦμαι”. ὁ πολίτης Δυμαῖος. Ἔφορος κδʹ “παραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες”. καὶ Παυσανίας ζʹ “Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην”. καὶ πάλιν “Δυμαίοις μέν ἐστιν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα”. καὶ ἐν τῷ ηʹ “τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι”. καὶ Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενος “τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι”. καὶ Φίλιστος Σικελικῶν αʹ “ἐπὶ τῆς ὀλυμπιάδος ἣν Οἰβώτας [ὁ Δυμαῖος] ἐνίκα στάδιον”. καὶ Ἀπολλόδωρος ἐν χρονικῶν αʹ “πόλεμος ἐνέστη τοῖς τε Δυμαίοις ὅθεν ...” καὶ Θεόπομπος μʹ “προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος”. τὸ θηλυκὸν Δυμαία. Εὐφορίων “ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης”, διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον. Ἀντίμαχος Καυκωνίδα φησὶν αὐτὴν ἀπὸ Καύκωνος ποταμοῦ, ὡς [τὰς Θήβας] Διρκαίας, ἔνιοι δὲ καὶ Ἀσωπίδας. διαστέλλεται δὲ τῆς Ἠλείας κατὰ τὴν Βουπρασίαν Λαρίσῳ τῷ ποταμῷ. λέγεται καὶ Δύμιος, ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων ὡμίλης´, εἵως διεπέρσατε Δύμιον ἄστυ.
Translation pending