Τεγέα

Stephanos of Byzantium - Ethnika

Τεγέα OCR ✓ Trans ✓ Confirmed ✓
Τεγέα, πόλις Ἀρκαδίας. “καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν” Ὅμηρος. καὶ Παυσανίας ηʹ “Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν”. Λέπιδος δ´ ἐν ἱστορίας ἐπιτομῆς πρώτῳ περὶ Λακεδαιμονίων οὕτω φησί “χρᾷ δ´ αὐτοῖς ἡ Πυθία ἐπ´ Ἀρκαδίᾳ ὧδε Ἀρκαδίην μ´ αἰτεῖς. μέγα μ´ αἰτεῖς, οὔ τοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ ς´ ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔ τι μεγαίρω. δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι. ἐχρῶντο δὲ καὶ πάλιν, καὶ ἀφικνεῖται αὐτοῖς τάδε ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ, ἔνθ´ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπ´ ἀνάγκης, καὶ τύπος ἀντίτυπος καὶ πῆμ´ ἐπὶ πήματι κεῖται. ἔνθ´ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα, τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ”. ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. ὁ πολίτης Τεγεάτης ὡς Ἐλεάτης, καὶ θηλυκὸν Τεγεᾶτις. ἦν δὲ καὶ μελοποιὸς Ἀνύτη Τεγεᾶτις. λέγεται καὶ Τεγεάς ὡς Ἰλιάς. ὀξύνεται. ὡς Σοφοκλῆς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.