Ἀσκανία

Stephanos of Byzantium - Ethnika

Ἀσκανία OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #477
Greek source: meineke
Meineke: 132.11 | Billerbeck: Α477
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-06
Word count: 90
Source: vol1_354.jpg
Edit
Ἀσκανία, πόλις Τρωική. Νικόλαος τετάρτῃ ἱστοριῶν “Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος ....”. οὐ μόνον δὲ ἡ λίμνη ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος .... Φρυγίας μέν “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης” τῆς δὲ Μυσίας “[οἵ ῥ´ ἐξ Ἀσκανίης] ἐριβώλακος ἦλθον ἀμοιβοί.” καὶ τῆς μὲν Φρύγιον τῆς δὲ Μύσιον. τὸ τοπικὸν Ἀσκάνιος ὁμοίως τῷ κυρίῳ. ἔστι καὶ Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι “καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο”. Ψίλις Μυσίας, Ναύαιθος Ἰταλίας.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.295
char LCS 193 (43.4%) · word LCS 38 (43.2%)
Stephanos
Ἀσκανία, πόλις Τρωική. Νικόλαος τετάρτῃ ἱστοριῶν “Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος ....”. οὐ μόνον δὲ ἡ λίμνη ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος .... Φρυγίας μέν “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης” τῆς δὲ Μυσίας “[οἵ ῥ´ ἐξ Ἀσκανίης] ἐριβώλακος ἦλθον ἀμοιβοί.” καὶ τῆς μὲν Φρύγιον τῆς δὲ Μύσιον. τὸ τοπικὸν Ἀσκάνιος ὁμοίως τῷ κυρίῳ. ἔστι κ…
Herodian
…ὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίς. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Ἀρμενία χώρα πλησίον τῶν Περσῶν ἀπὸ Ἀρμένου τοῦ Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. Ἀσκανία πόλις Τρωϊκή. Νικόλαος τετάρτῃ ἱστοριῶν «Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος».... οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος, ἡ μὲν Φρυγίας, ἡ δὲ Μυσίας, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητής, τῆς Φρυγίας μὲν «Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης»
Herodian 1.117
char LCS 57 (12.8%) · word LCS 9 (10.2%)
Stephanos
….. Φρυγίας μέν “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης” τῆς δὲ Μυσίας “[οἵ ῥ´ ἐξ Ἀσκανίης] ἐριβώλακος ἦλθον ἀμοιβοί.” καὶ τῆς μὲν Φρύγιον τῆς δὲ Μύσιον. τὸ τοπικὸν Ἀσκάνιος ὁμοίως τῷ κυρίῳ. ἔστι καὶ Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι “καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο”. Ψίλις Μυσίας, Ναύαιθος Ἰταλίας.
Herodian
…πὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. πυθμένιος, Λυκαόνιος, Μακεδόνιος, δαιμόνιος, Σαρπηδόνιος, Ζηράνιος ἔθνος Θρᾴκης. Θεόπομπος εἰκοστῷ πέμπτῳ. Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι «καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο». Βαρκάνιος ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον. Τραυχένιος ἔθνος περὶ τὸν πόντον τὸν Εὔξεινον ὅμορον Σίνδοις. Τυρμένιος Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρμηνεύονται δὲ φυγάδες. ὠγένιος ὁ ἀρχαῖος. Παρθένιος ὁ Νικαεὺς Δήλῳ «σὺν τῇ ἐ…