Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀσπαλάθεια, πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ “Ἀσπαλάθεια βοήροτος”. τὸ ἐθνικὸν Ἀσπαλαθεύς.
…αοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν». δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας ἡ Λαμπωτὶς λεγομένη. Ἀσπαλάθεια πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ «Ἀσπαλάθεια βοήροτος». Ἀττάλεια πόλις Λυδίας. Ἁγνώνεια πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλις Μαγνησίας. Ἀκαδήμεια γυμνάσιον Ἀθήνησιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ 'ε' Ἐκαδήμεια· οἱ δ…