Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀσπαλαθίς, νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. τὸ ἐθνικὸν Ἀσπαλαθίδιος ὡς Ψωφίδιος καὶ Αὐλίδιος, ἢ Ἀσπαλαθίτης ὡς Μεμφίτης.
… (v. 1021) «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». καὶ Ὦφθις πόλις Λιβύης Αἰγύπτῳ περικειμένη. Τὰ εἰς 'θις' ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων, ἀκανθίς, κολοκυνθίς, ἀγαθίς. Ἠμαθίς χώρα ἡ νῦν Μακεδονία. Ἀσπαλαθίς νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. Ἀψυνθίς χώρα. Ἐρυμανθίς, Οἰανθίς, Τιρυνθίς, Παρνηθίς, Πεπαρηθίς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις κώμη πρὸς τῷ Κανώβῳ καὶ Τερένουθις, Θέρμουθις, Ἔλβονθις πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης, Φενέβηθις, Ἕρμωνθις πόλεις Αἰγύπτο…