Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄσπενδος, πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. ὁ πολίτης Ἀσπένδιος. Θεόπομπος τετάρτῃ Ἑλληνικῶν “ἀποτυχὼν δὲ τῶν Ἀσπενδίων”. καὶ τὸ θηλυκὸν ὁ αὐτὸς Ἀσπενδία. καὶ Ἀσπενδίς “Ἀσπενδίδα γαῖαν”.
… σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται, μόλυβδος, σμάραγδος, Κύαρδος βασιλεὺς Καρῶν, υἱὸς Βαργάσου. Λίχανδος πόλις Σικελίας. Φίλιστος Σικελικῶν τρίτῳ. Ληψίμανδος πολίχνιον Καρίας. Κύλλανδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄσπενδος πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Βενέβενδος πόλις Καμπανίας. Ἴσινδος πόλις Ἰωνίας. λέγεται καὶ Ἴσινδα. Πύρινδος πόλις Καρίας. Ἄλινδος. Ἄρινδος ὄνομα ποταμοῦ, Βερέκινδος. τὸ δὲ ὀρυμαγδός καὶ Ἐορδός ὀξύνεται ὡς καὶ τὸ Ἀμαρδός ἔθνος Ὑρκανῶν ἐγγύς. Στράβω…