Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀσσακηνοί, ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως “ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς”.
… εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς 'ος' κατάληξιν γενόμενα ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθ´ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως ( 25, 6) «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ´ εἰσὶ καὶ Λιβύης, οἳ…