Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀστελέβη, πόλις Λυδίας, Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. οἱ οἰκοῦντες Ἀστελεβαῖοι.
…λλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστι ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμέν…