Ἄστυ

Stephanos of Byzantium - Ethnika

Ἄστυ OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἄστυ, ἡ κοινῶς πόλις. διαφέρει δέ, ὅτι τὸ μὲν κτίσμα δηλοῖ ἡ δὲ πόλις καὶ τοὺς πολίτας. “ἐκλήθη δὲ ἄστυ” ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος “διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν”. ὁ πολίτης ἀστός καὶ ἀστή, καὶ ἀστόν. ἀπὸ τοῦ ἀστός τὸ ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ “οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει”. καί “βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;” ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστιεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους “ὅρια κελεύθου τῆσδε γῆς προαστίας”. ἀπὸ δὲ τῆς ἄστεος γενικῆς ἀστεῖος, ὅπερ ἀντιδιέσταλται τῷ ἄγροικος, καὶ ἀστεΐζω καὶ ἀστεϊσμός. λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ “ἡ δ´ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος ....” ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλησίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν. τὸ ἐθνικὸν τὸ αὐτό. ὅτι δὲ καὶ ἡ Ἀλεξάνδρεια ἄστυ ἐκλήθη εἴρηται.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
FormulaX (AUTHOR NAME) + ἐν + Y (dative BOOK NAME)
formula:c795eaabedf9a542
Translate as "Χ, in his *Y*"
Domain: SOURCE CITATIONS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
FormulaX (genitive ETYMON) + Y (nominative DERIVED NOUN)
formula:439629f16cfaba3f
Translate as "Y is from 'X'"
Domain: COMPARISONS & DERIVATIONAL ANALOGIES
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
Formulaτὸ ἐθνικὸν + X (nominative ETHNONYM)
formula:cfc8a7c494690fc3
Translate as "the ethnonym is 'X'"
Domain: SPATIAL & PREDICATE STATEMENTS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
FormulaΧ (AUTHOR NAME) + ἐν + Y (dative NUMBER) + Z (genitive BOOK NAME)
formula:c22408ee90fd1a1e
Translate as "X, in book Y of his *Z*"
Domain: SOURCE CITATIONS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
Glossκαλεῖται/ἐκαλεῖτο/κέκληται/ἐκλήθη (ἀπο...)
gloss:ef7a95cd709173ed
is/used to be/is/was called/named after (+ ἀπο)
Domain: LINGUISTIC/META-LINGUISTIC
Matched · high confidence · 1 scan row · 2 occurrences

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.354
char LCS 189 (22.5%) · word LCS 39 (22.0%)
Stephanos
Ἄστυ, ἡ κοινῶς πόλις. διαφέρει δέ, ὅτι τὸ μὲν κτίσμα δηλοῖ ἡ δὲ πόλις καὶ τοὺς πολίτας. “ἐκλήθη δὲ ἄστυ” ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος “διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν”. ὁ πολίτης ἀστός καὶ ἀστή, καὶ ἀστόν. ἀπὸ τοῦ ἀστός τὸ ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ “οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει”. καί “βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;” ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ …
Herodian
…ν. Τὰ δὲ εἰς 'ι' ἐπιθετικὰ ὁμοτονεῖ τοῖς ἀρσενικοῖς, λειπόπατρις λειπόπατρι, φυγόπολις φυγόπολι, φιλόπατρις φιλόπατρι, εὔχαρις εὔχαρι. Τὰ εἰς 'υ' μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, δόρυ, γόνυ, μέθυ, δάκρυ, πῶϋ, ἄστυ—ἐκλήθη δὲ ἄστυ, ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος »διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν«. λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ »ἡ δ´ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος....« ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλησίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν—νᾶπυ τὸ σίνηπι, κόνδυ, κάχρυ, φῖτυ τὸ φίτ…
Herodian 1.28
char LCS 17 (2.0%) · word LCS 5 (2.8%)
Stephanos
…ὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν”. ὁ πολίτης ἀστός καὶ ἀστή, καὶ ἀστόν. ἀπὸ τοῦ ἀστός τὸ ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ “οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει”. καί “βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;” ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστιεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους “ὅρια κελεύθου τῆσδε γῆς προαστίας”. ἀπὸ δὲ τῆς ἄστεος …
Herodian
…αιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦσιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φασι, σημαίνει δὲ καὶ εἶδος αἰσχρᾶς καὶ ἀπρεποῦς ὀρχήσεως, Ὄθων, Μάθων ὁ Θηβαῖος, πίθων ὁ πίθηκος ὑποκοριστικῶς, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδος ποτηρίου καὶ τὸ ἐν τῇ συνηθείᾳ ἐφ´ ὕβρει λεγόμενον καὶ νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος. μάλθων ὁ μαλθακός. Πύθων ὁ δράκων.