Ἀστυπάλαια

Stephanos of Byzantium - Ethnika

Ἀστυπάλαια OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #506
Greek source: meineke
Meineke: 140.8 | Billerbeck: Α506
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-06
Word count: 51
Source: vol1_368.jpg
Edit
Ἀστυπάλαια, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. τὸ ἐθνικὸν Ἀστυπαλαιεύς καὶ Ἀστυπαλαιάτης.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.273
char LCS 223 (81.1%) · word LCS 44 (86.3%)
Stephanos
Ἀστυπάλαια, νῆσος μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. τὸ ἐθνικὸν Ἀστυπαλαιεύς καὶ Ἀστυπαλαιάτης.
Herodian
…ῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ´ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ ( 23, 9). ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. Πλάταια πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς «οἵ τε Πλάταιαν ἔχον» (Β 504). Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς.... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον …