Ἄστυρα

Stephanos of Byzantium - Ethnika

Ἄστυρα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #507
Greek source: meineke
Meineke: 140.15 | Billerbeck: Α507
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-06
Word count: 56
Source: vol1_370.jpg
Edit
Ἄστυρα, πόλις Μυσίας, οὐδετέρως, πρὸς τῇ Τρωάδι. λέγεται καὶ ἑνικῶς Ἄστυρον. ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατ´ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. τὸ ἐθνικὸν Ἀστυρηνός, ἀφ´ οὗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερόν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.387
char LCS 160 (59.0%) · word LCS 34 (61.8%)
Stephanos
Ἄστυρα, πόλις Μυσίας, οὐδετέρως, πρὸς τῇ Τρωάδι. λέγεται καὶ ἑνικῶς Ἄστυρον. ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατ´ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. τὸ ἐθνικὸν Ἀστυρηνός, ἀφ´ οὗ τὸ τῆς Ἀστυρηνῆς Ἀρτέμιδος ἱερόν.
Herodian
Τὰ εἰς 'ρον' ὑπὲρ δύο συλλαβὰς τῷ 'υ' παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄστυρον. ἔστι καὶ Ἄστυρον πόλις Μυσίας πρὸς τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶς λέγεται· ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατ´ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. Κίχυρον, Πάλμυρον, Σίμυρα· οὕτως οὐδετέρως Ἔφορος Σίμυρον πόλιν Σύρων φησί. Ἀτάβυρον ὄρος Ῥόδου Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. Ἄγγυρον ὄνομα ὄρους. Τίβυρα. οὕτως Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίας καλεῖ…