Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄσφαξ, ὡς Ἄτραξ, ἔθνος ἐποικίσαν τὴν Κύπρον. μή τις δὲ τὸ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη· ἁπλᾶ γάρ ἐστιν.
ἀποσφάξ, διασφάξ, βλεφαροσπάξ καὶ φιτροβαστάξ καὶ νεκροβαστάξ. τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν. μή τις δὲ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐστιν. καὶ τὸ μὲν Ἄσφαξ ἐστὶν ἔθνος ἐποικίσαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ καὶ Βούρας παῖς, ἀφ´ οὗ πόλις Θεσσαλίας κτισθεῖσα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων (v. 1309) «καὶ δευτέρου…