Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀτάβυρον, ὄρος Ῥόδου, Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. τὸ ἐθνικὸν Ἀταβύριος, ἐξ οὗ καὶ Ἀταβύριος Ζεύς. ἔστι καὶ Σικελίας Ἀταβύριον, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις. ἔστι καὶ Φοινίκης.
…ὶ πόλις Φοινίκης κατ´ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. Κίχυρον, Πάλμυρον, Σίμυρα· οὕτως οὐδετέρως Ἔφορος Σίμυρον πόλιν Σύρων φησί. Ἀτάβυρον ὄρος Ῥόδου Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. Ἄγγυρον ὄνομα ὄρους. Τίβυρα. οὕτως Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίας καλεῖ. Τὰ εἰς 'ρον' κατ´ ἐπιπλοκὴν συμφώνου δισύλλαβα βαρύνεται ῥεῖθρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νίτρον,…