Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄτλαντες, ἔθνος Λιβυκόν, Ἡρόδοτος τετάρτῃ. ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετ´ αὐτοὺς Ἄτλαντας. καὶ ὅτι οὐ βλέπουσιν οὗτοι ὀνείρους. λέγεται τὸ κτητικὸν Ἀτλαντικός καὶ Ἀτλαντικὴ θάλασσα, καὶ Ἀτλάντιος καὶ Ἀτλαντία θάλασσα.
μέλας. Γάλας, Κάλας, Φύλας, Μύλας ὁ πρῶτος εὑρὼν ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν, Χήλας, Ἄτλας ἔθνος Λιβυκόν. Ἡρόδοτος τετάρτῃ (c. 184). ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετ´ αὐτοὺς Ἄτλαντας. Πτερέλας, Κωτέλας, Ζηΐλας πατὴρ Νικομήδους, Πριόλας, Μιδιόλας, Γενειόλας, Μεσόλας ὁ Δεξαμενοῦ πατήρ, Ἀργόλας ὁ Ἀργεῖος. Ἀριστοφάνης Ἥρωσιν οὐκ ἠγόρευον; οὗτός ἐστ´ ὁ Ἀργόλας. μὰ Δι´ οὐ δέ γ´ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται…