Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄτραξ καὶ Ἀτρακία, πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος μοίρας. ἐκλήθη ἀπὸ Ἄτρακος τοῦ Πηνειοῦ καὶ Βουρᾶς παιδὸς κτισθεῖσα. τὸ ἐθνικὸν Ἀτράκιος καὶ θηλυκὸν Ἀτρακία, καὶ Ἄτραξ ὁμόφωνον τῇ πόλει. Λυκόφρων “καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους”. τινὲς δὲ διὰ τοῦ « γ » ἔκλιναν Ἄτραγος, ὡς Εὔπολις “εἰς Ἄτραγα νύκτωρ”. ἔστι καὶ Ἀτρακίς θηλυκόν.
…τὸ κύριον σύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐστιν. καὶ τὸ μὲν Ἄσφαξ ἐστὶν ἔθνος ἐποικίσαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ καὶ Βούρας παῖς, ἀφ´ οὗ πόλις Θεσσαλίας κτισθεῖσα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων (v. 1309) «καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους». Τὰ εἰς 'εξ' ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον. Τὰ εἰς 'οξ' ὀνόματα βαρύνονται· σπάνια δέ εἰσιν· Ἀλλόβροξ, ἔθνος Γαλ…