Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀτρία, πόλις Τυρρηνίας, Διομήδους κτίσμα. χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαι Αἰθρίαν. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. τὸ ἐθνικὸν Ἀτριανός καὶ Ἀτριεύς καὶ Ἀτριάτης. ἄμεινον δὲ τὸ πρῶτον· συνήθης γὰρ Ἰταλῶν ὁ τύπος ὁ διὰ τοῦ « ανος ».
… ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν περίπλοις. Ἀλβία ἡ χώρα διὰ τοῦ 'β'. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. Ἀδρία πόλις καὶ παρ´ αὐτὴν κόλπος Ἀδρίας καὶ ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. Ἀτρία πόλις Τυρρηνίας, Διομήδους κτίσμα, χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαντος Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. Ἀραβία ἡ χώρα. Ἀρικία πόλις Λατίνων. Διονύσιος. Ἀρκαδία ἀπὸ τοῦ Ἀρκάς Ἀρκάδος ὡς Τέμμιξ Τέμμικος Τεμμικία. Ἀτροπατία ἡ …