Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀττάλεια, πόλις Λυδίας, πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος αὐτήν. τὸ ἐθνικὸν Ἀτταλεύς. καὶ Ἀτταλικός κτητικὸν καὶ θηλυκόν.
…ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος. Ἀδράστεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστεία…