Αὔαρα, πόλις Ἀραβίας, ἀπὸ χρησμοῦ δοθέντος Ὀβόδᾳ κληθεῖσα ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀρέτα. ἐξώρμησε γὰρ Ἀρέτας εἰς ἀναζήτησιν τοῦ χρησμοῦ· ὁ δὲ χρησμὸς ἦν αὔαρα τόπον ζητεῖν, ὅ ἐστι κατὰ Ἄραβας καὶ Σύρους λευκήν· καὶ φθάσαντι τῷ Ἀρέτᾳ καὶ λοχῶντι ἐφάνη φάσμα αὐτῷ λευκοείμων ἀνὴρ ἐπὶ λευκῆς δρομάδος προϊών. ἀφανισθέντος δὲ τοῦ φάσματος σκόπελος ἀνεφάνη αὐτόματος κατὰ γῆς ἐρριζωμένος, κἀκεῖ ἔκτισε πόλιν. τὸ ἐθνικὸν Αὐαρηνός.
Translation pending