Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αὔασις, πόλις Αἰγύπτου. ταύτην δὲ καὶ Ὄασιν καλοῦσιν, ἐοικυῖαν παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν, ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύπτιοί φασι. τὸ ἐθνικὸν Αὐασίτης καὶ Αὐασῖτις. Ἡρόδοτος δὲ καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον.
…ς πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ. Αὔασις πόλις Αἰγύπτου· ταύτην δὲ καὶ Ὄασιν καὶ Ὕασιν καλοῦσιν. «ἔστι δ´ ἐοικυῖα παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν ἐν ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύπτιοί φασι». Ἡρόδοτος δὲ (III 26) καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον. Κύπασις πόλις περὶ Ἑλλήσποντον. Ἑκαταῖος Εὐρώπῃ. Καύκασις τὸ ὄρος ὃ καὶ Καύκασος λέγεται. Τὰ εἰς 'τις' δισύλλαβα ἔχοντα τὸ 'ο' μικρὸν ἤτοι μόνον ἢ σὺν ἑτέρ…