Αὐλή

Stephanos of Byzantium - Ethnika

Αὐλή OCR ✓ Trans ✓ Confirmed ✓
place
Entry #540
Greek source: meineke
Meineke: 146.9 | Billerbeck: Α540
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-06
Word count: 55
Source: vol1_380.jpg
Edit
Αὐλή, ἡ ἔπαυλις “χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον”. λέγεται καὶ αὖλις, καὶ σύνθετον δύσαυλις, ὁ οἰκήτωρ αὐλίτης, αἱ δ´ ἐν τοῖς ἀγροῖς οἰκήσεις αὔλια, καὶ οἱ ἀπόκοιτοι τούτων θύραυλοι. λέγεται καὶ αὔλιος ὁ ἑσπέριος ἀστὴρ παρὰ τὸ ποιεῖν ἡμᾶς αὐλίζεσθαι. καὶ αὔλιον ἄντρον παρὰ τὸ ἐκεῖ χορεύειν, ὡς Ἀπολλώνιος “στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν”.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.319
char LCS 38 (13.9%) · word LCS 8 (14.8%)
Stephanos
Αὐλή, ἡ ἔπαυλις “χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον”. λέγεται καὶ αὖλις, καὶ σύνθετον δύσαυλις, ὁ οἰκήτωρ αὐλίτης, αἱ δ´ ἐν τοῖς ἀγροῖς οἰκήσεις αὔλια, καὶ οἱ ἀπόκοιτοι τούτων θύραυλοι. λέγεται καὶ αὔλιος ὁ ἑσπέριος ἀστὴρ παρὰ τὸ ποιεῖν ἡμᾶς αὐλίζεσθαι. καὶ αὔλιον ἄντρον…
Herodian
Τὰ εἰς 'λη' δισύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ 'υ' ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις »χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον« (Il. Ε 138). λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. οὐλή τὸ μονογενές »οὐλὴν μὲν πρῶτον« (Od. ω 331). τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ …