Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Αὐτόμολοι, ἔθνος Αἰθιοπικόν, ὡς Ἡρόδοτος ἐν δευτέρᾳ “τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέι”.
…ικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβολός ὀξύν…