Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀφάκη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. τὸ ἐθνικὸν Ἀφακίτης διὰ τὸ ἴδιον τῆς χώρας.
…λάκη πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. Ἀνάκη πόλις Ἀχαΐας. Ἀναριάκη πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. Ἀρβάκη πόλις ἐν Κελτιβηρίᾳ ὡς Ἰόβας. Ἀρσάκη. οὕτως μετωνομάσθη Ῥάγα πόλις ἐν Μηδίᾳ ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. Ἀφάκη πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλις. Μαλάκη πόλις Ἰβηρίας. Ἀρτεμίδωρος. Λαμψάκη ἐπιχωρία τις κόρη, ἀφ´ ἧς Λάμψακος πόλις. Βαβυτάκη πόλις Περσική. Ὀμφάκη πόλις Σικελίας. Φίλιστος Σικελικῶν τετάρτῳ. Σιδάκη πόλις Λυκίας ἀπὸ Σιδάκης τῆς…
Ἀφάκη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. τὸ ἐθνικὸν Ἀφακίτης διὰ τὸ ἴδιον τῆς χώρας.
…ργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. Τὰ εἰς 'γη' ἰαμβικὰ ῥηματικὰ ὄ…