Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀφεταί, πόλις τῆς Μαγνησίας. Ἑλλάνικος· ὅτι ἐντεῦθεν δευτέραν ἄφεσιν ἡ Ἀργὼ ἐποιήσατο, ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ´ ἐν τῷ Παγασιτικῷ κόλπῳ. τὸ ἐθνικὸν Ἀφεταῖος ὡς Παγασαῖος Ἀναφαῖος.
Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'ε' ἢ 'ο' κύρια ὄντα βαρύνεται, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη. Ταϋγέτη ἡ μήτηρ Εὐρώτα. καὶ Φανότη πόλις Φωκίδος ἣ καὶ Φανότεια καὶ Φανοτεύς. καὶ Θεοδότη. τὸ δὲ Ἀφεταί πόλις τῆς Μαγνησίας. Ἑκαταῖος· ὅτι ἐντεῦθεν δευτέραν ἄφεσιν ἡ Ἀργὼ ἐποιήσατο ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ´ ἐν Παγασιτικῷ κόλπῳ. —καὶ Ἰεταί φρούριον Σικελίας. Φίλιστος ἕκτῃ—πληθυντικῶς λέγεται. καὶ τὸ Ξυπετή ἐπὶ δήμου τάττεται. ἔστι δὲ δῆμος Κεκροπίδος φυλῆς. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀρετή, τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύν…