Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄφνειον, πόλις Φρυγίας, πλησίον Κυζίκου ἢ Μιλητουπόλεως. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφναίδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. ἡ λίμνη ἡ περὶ Κύζικον Ἀφνῖτις, ἡ πρότερον Ἀρτυνία. τὸ ἐθνικὸν Ἀφνίτης.
…c. 25, 4). Μούσειον τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. Λύρκειον ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. Ζοίτειον πόλις Ἀρκαδίας. Παυσανίας ηʹ ( 27, 3 et 35, 27). λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέως. Ἄφνειον πόλις Φρυγίας πλησίον Κυζίκου ἢ Μιλήτου πόλεως. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφνείας ναΐδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. Γάμβρειον πόλις Ἰωνίας. γράφεται δὲ διὰ διφθόγγου ὡς δηλοῖ τὸ Γαμβρήϊον. Τίειον· οὕτως Στράβων ἐν τῷ δωδεκάτῳ Τίον πόλιν Παφλαγονίας τοῦ Πόντου φησί. τὸ δὲ Ἰσεῖον πόλις Αἰγύπτου…