Μυκῆναι

Stephanos of Byzantium - Ethnika

Μυκῆναι OCR ✓ Trans ✓ Confirmed ✓
city
Μυκῆναι, πόλις Πελοποννήσου. Ὅμηρος “οἳ δὲ Μυκήνας εἶχον”. ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ· ἢ ἀπὸ μύκητος τοῦ ξίφους ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν· ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. ὁ πολίτης Μυκηναῖος καὶ θηλυκὸν Μυκηνίς. καὶ Μυκηνεύς.

Mykenai: a city of the Peloponnese. Homer: ‘and those who held Mykenai’. From Mykeneus son of Sparton, brother of Phoroneus; or from the sword’s ‘mushroom’ which Perseus wore, and when it fell, at Hermes’ instruction he founded the city; or from Io the cow lowing there when she came there. A citizen is a 'Mykenaios', and in the feminine 'Mykenis'. Also 'Mykeneus'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.331
char LCS 75 (30.4%) · word LCS 15 (31.2%)
Stephanos
Μυκῆναι, πόλις Πελοποννήσου. Ὅμηρος “οἳ δὲ Μυκήνας εἶχον”. ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ· ἢ ἀπὸ μύκητος τοῦ ξίφους ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν· ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. ὁ πολίτης Μυκηναῖος καὶ θηλυκὸν Μυκηνίς. καὶ Μυκηνεύς.
Herodian
…ς ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I 33, 4 e. g.), κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον (Β 569) ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ. ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ ἐφόρει Περσεύς, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν. ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς Μιτυλίνα. Πριήνη πόλις Ἰωνίας. Πυλήνη πόλις Α…