1 Μάγαρσος· μέγιστος ὄχθος ἐν Κιλικίᾳ πρὸς τῇ Μαλλῷ. τὸ τοπικὸν Μαγάρσιος, καὶ Μαγαρσία Ἀθηνᾶ ἐκεῖ ἵδρυται, ὡς Λυρνησσὸς Λυρνησσιος.
Translation pending
2 Μαγδωλός· πόλις Αἰγύπτου. Ἑκαταῖος Περιηγήσει (FGrHist 1 F 317). τὸ ἐθνικὸν Μαγδωλίτης διὰ τὸν Αἰγύπτιον τύπον, Κανωβίτης Διολκίτης Πεντασχοινίτης.
Translation pending
3 Μαγία· πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν δύναται καὶ Μαγιάτης καὶ Μαγιανός. εἰσὶ καὶ Μάγοι ἔθνος περὶ Μηδίαν.
Translation pending
4 Μαγιστρική· χώρα τῶν Ταυρίσκων πρὸς τὰ Ἄλπεια ὄρη. οἱ οἰκήτορες Μαγίστρικες, οἳ τοῖς Γερμανοῖς ὁμοροῦσι.
Translation pending
5 Μάγνα· νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν γ̄ Λιβυκῶν (FGrHist 273 F 43). ἢ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. τὸ ἐθνικὸν Μαγνήτης διὰ τὸν Λιβυκὸν τύπον καὶ τὸν Αἰγύπτιον.
Translation pending
6 Μαγνησία· πόλις πρὸς τῷ Μαιάνδρῳ καὶ χώρα, ἀπὸ Μάγνητος. ὁ πολίτης Μάγνης ὁμωνύμως τῷ οἰκιστῇ. τὸ θηλυκὸν Μάγνησσα παρὰ Καλλιμάχῳ (fr. 708 Pfeiffer) καὶ Μαγνησίς παρὰ Παρθενίῳ (fr. 46 Lightfoot = SH 658) καὶ Μαγνῆτις παρὰ Σοφοκλεῖ (fr. 1066 Radt).
Translation pending
7 Μαδιηνοί καὶ Μαδιανῖται· ἔθνος Ἀραβίας. εἴπομεν δὲ ὅτι οἱ Ἄραβες τοῖς δυσὶ τύποις χρῶνται.
Translation pending
8 Μαδυτός· πόλις Ἑλλησποντία. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 165) καὶ ἄλλοι. τὸ ἐθνικὸν Μαδύτιος, ὡς Βηρύτιος Σήστιος, καὶ ἀπὸ τοῦ Μάδυτα Μαδυτεύς.
Translation pending
9 Μάζακα· πόλις Καππαδοκίας, ἡ νῦν Καισάρεια. τὸ ἐθνικὸν Μαζακηνός. λέγεται καὶ Μαζακεύς, ὡς Τύανα Τυανεύς. λέγεται καὶ ἀπὸ Μαζάκων.
Translation pending
10 Μαζάρη· φρούριον Σελινουντίων. τὸ ἐθνικὸν Μαζαραῖος, ὡς Ἐνναῖος Ἱμεραῖος.
Translation pending
11 Μάζυες· οἱ Λιβύης νομάδες. Ἑκαταῖος Περιηγήσει (FGrHist 1 F 334). εἰσὶ δὲ καὶ ἕτεροι Μάζυες καὶ ἕτεροι Μάχλυες.
Translation pending
13 Μαῖα· πόλις Ἑλλησποντία. τὸ ἐθνικὸν Μαιάτης κατὰ πρόσθεσιν τοῦ της.
Translation pending
14 Μαιανδρούπολις· Μαγνησίας πόλις, ὡς Φλέγων ἐν Ὀλυμπιάσι (FGrHist 257 F 27). τὸ ἐθνικὸν Μαιανδροπολίτης. εἰ δὲ ἔστι Μαίανδρος ἡ πόλις, τὸ ἐθνικὸν Μαιάνδριος.
Translation pending
15 Μαιδοί· ἔθνος Θρᾴκης πλησίον Μακεδονίας. „ἐκ τούτων μεταβάντες τινὲς *** Μακεδόνας, Μαιδοβίθυνοι ἐκλήθησαν“. τὸ ἐθνικὸν Μαιδικὸς καὶ Μαιδική.
Translation pending
17 Μαίναλος· πόλις Ἀρκαδίας, ἀπὸ Μαινάλου τοῦ Λυκάονος. τὸ ἐθνικὸν Μαινάλιος καὶ θηλυκὸν Μαιναλία καὶ Μαιναλίτης ὡς Ἴναχος Ἰναχίτης. καὶ Μαιναλεύς, ὡς Σουνιεύς, παρὰ τὸ ὄρος τὸ Μαίναλον. ἔστι καὶ Μαιναλία πόλις Γαλατίας.
Translation pending
18 Μαινόβωρα· πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 42). τὸ ἐθνικὸν Μαινοβωραῖος.
Translation pending
19 Μαιονία· ἡ Λυδία, ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν †Ἀχαιΐδα† γῆν ῥέοντος. τὸ ἐθνικὸν Μαιόνιος καὶ Μαιονία θηλυκόν, καὶ Μαίων ὁμωνύμως τῷ οἰκιστῇ, ἀφ’ οὗ ἡ χώρα.
Translation pending
20 Μαιῶται· ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. καὶ τὸ θηλυκόν, ὡς Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ <τοῦ μαῖαν εἶναι> τοῦ Εὐξείνου πόντου. ἔστι καὶ μαιώτης ἰχθῦς τις. λέγεται καὶ κτητικὸν Μαιωτικός.
Translation pending
21 Μάκαι· ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας.
Translation pending
22 Μάκαλλα· πόλις Ἰταλίας. κέκληται ἀπὸ τοῦ μαλακισθῆναι ἐν αὐτῇ Φιλοκτήτην. τὸ ἐθνικὸν Μακαλλαῖος ὡς Ἀγυλλαῖος.
Translation pending
23 Μακαρέαι· πόλις Ἀρκαδίας, ἀπὸ Μακαρέως τοῦ Λυκάονος. τὸ ἐθνικὸν Μακαρεύς καὶ Μακαρεάτης. καὶ Μακαρία. {κατὰ δὲ Ῥωμαίους Βέατα.} τὸ ἐθνικὸν Μακαριεύς.
Translation pending
24 Μακεδνόν· χωρίον ἐν Πίνδῳ, ὡς Ἡρόδοτος ἐν ᾱ (1,56,3). τὸ ἐθνικὸν ὁμοίως.
Translation pending
25 Μακεδονία· ἡ χώρα, ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος. τὸ ἐθνικὸν Μακεδών ὁμοφώνως τῷ κτίστῃ, κοινὸν τῷ γένει, καὶ Μακεδονίς θηλυκῶς, καὶ Μακεδών ἀντὶ τοῦ Μακεδονικός. λέγεται καὶ Μακεδόνιος καὶ Μακεδονική ἡ χώρα. λέγεται καὶ Μακέτης ἀρσενικῶς καὶ Μακέτις γυνὴ καὶ Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης (cf. RE VIII 1,487 Nr. 49), καὶ Μάκεττα διὰ δύο ττ καὶ δι' ἑνός τ.
Translation pending
16 Μαινάκη· Κελτικὴ πόλις. εὕρηται καὶ Μάκη {Κελτικὴ πόλις}. τὸ ἐθνικὸν Μαινακηνός.
Translation pending
Μάκιστος· πόλις τῆς Τριφυλίας, ἣν ᾤκησαν Καύκωνες, ἀπὸ Μακίστου τοῦ ἀδελφοῦ Φρίξου, ἀφ᾿ οὗ καὶ ἡ Φρίξα πόλις, ἐπ᾿ ὄρους ὑψηλοῦ κειμένη πρὸς ἕω τῆς Λεπρεατικῆς. ὁ πολίτης Μακιστεύς. τὸ ἐθνικὸν Μακίστιος καὶ Μακιστία. εὕρηται καὶ Μακέστιος διὰ τοῦ ε ψιλοῦ.
Translation pending
Μακκάραι· χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος ε Φιλιππικῶν (FGrHist 115 F 55). τὸ ἐθνικὸν Μακκαραῖος.
Translation pending
Μάκρα· νῆσος Λυκίας, ὡς ᾿Αλέξανδρος ἐν Περίπλῳ αὐτῆς (FGrHist 273 F 66). τὸ ἐθνικὸν Μακρονησίτης καὶ Μακραῖος καὶ Μακρήσιος.
Translation pending
29 Μάκρις· ἡ Εὔβοια. οἱ οἰκοῦντες Μάκρωνες. ὁ οἰκήτωρ Μακριεύς καὶ Μακρηίς.
Translation pending
30 Μακροκέφαλοι· πρὸς τοῖς Κόλχοις. „οἱ γὰρ ῾Ημίκυνες καὶ Μακροκέφαλοι καὶ Πυγμαῖοι (cf. Hes. fr. 153 Merkelbach/West = fr. 101 Most) <***>“.
Translation pending
31 Μάκρυες· ἔθνος Λιβύης. ῾Ριανὸς (FGrHist 265 F 54 = fr. 6 Powell) δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί.
Translation pending
32 Μάκρωνες· οἱ νῦν Σάννοι. Στράβων ιβ (12,3,18 [C 548,28]). καὶ ῾Εκαταῖος ᾿Ασίᾳ (FGrHist 1 F 206) καὶ ᾿Απολλώνιος β (2,394 et 1242).
Translation pending
33 Μακτώριον· πόλις Σικελίας. Φίλιστος α (FGrHist 556 F 3). ἣν ἔκτισε Μόννων. τὸ ἐθνικὸν Μακτωρῖνος.
Translation pending
34 Μακύνεια· πόλις Αἰτωλίας. Στράβων ι (10,2,21 [C 460,1]). τὸ ἐθνικὸν Μακυνεύς τῷ κοινῷ τύπῳ.
Translation pending
35 Μαλάκη· πόλις ᾿Ιβηρίας. Μαρκιανὸς ἐν β τῶν ᾿Επιτομῶν ᾿Αρτεμιδώρου (6 [GGM 1,575,1]). τὸ ἐθνικὸν Μαλακιτανός.
Translation pending
36 Μαλάνιος· πόλις μία μεσογείας τῶν Οἰνώτρων τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ (FGrHist 1 F 70). τὸ ἐθνικὸν Μαλάνιος καὶ Μαλανιεύς.
Translation pending
37 Μαλέα· ἄκρα πρὸς τῇ Πελοποννήσῳ, καὶ Μάλεια διὰ διφθόγγου. καὶ Μαλεάτης ὡς Ἀσεάτης, καὶ Μαλεᾶτις. καὶ ἀπὸ τοῦ Μάλεια Μαλειαῖος Ζεύς, καὶ θηλυκὸν Μαλειαία ἄκρα.
Translation pending
38 Μαλιεύς· πόλις ἐπώνυμος τῶν Μαλιέων, ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. ὁ πολίτης Μαλιεύς. ἔστι καὶ Μαλιακὸς κόλπος. {λέγεται καὶ Μαλεάτης.} Ἀνδροτίων ε̅ (FGrHist 324 F 20).
Translation pending
39 Μαλλάδα· πόλις Περσική. Μαρκιανὸς ἐν Περιπλῳ τοῦ Περσικοῦ κόλπου (1,18 [GGM 1,528,8]). τὸ ἐθνικὸν Μαλλαδηνός.
Translation pending
40 Μαλλός· πόλις Κιλικίας. Καλλίμαχος Αἰτίων α̅ (Aet. fr. 38 Harder = fr. 38 Pfeiffer). ἀπὸ Μάλλου κτίσαντος αὐτήν. ὁ πολίτης Μαλλώτης καὶ θηλυκὸν Μαλλῶτις.
Translation pending
Μαλόεις· Ἀπόλλων ἐν Λέσβῳ, καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις. ἀπὸ τοῦ μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λεσβικῶν α (FGrHist 4 F 33 = fr. 33 Fowler).
Translation pending
Μαλοί· ἔθνος Ἰνδικόν, τῶν ἀνθεστηκότων τῷ Διονύσῳ μετὰ Δηριάδου, ὡς Διονύσιος Βασσαρικῶν γ (fr. 11 Livrea = p. 61 Heitsch).
Translation pending
Μαλσάνη· πόλις τῆς Εὐδαίμονος Ἀραβίας. τὸ ἐθνικὸν Μαλσανίτης· ἐπιχώριος γὰρ ὁ τύπος.
Translation pending
Μαμάρκινα· πόλις Αὐσονική. τὸ ἐθνικὸν Μαμαρκιναῖος, ὡς Τεριναῖος καὶ τῶν ὁμοίων.
Translation pending
Μαμέρτιον· πόλις Ἰταλίας. τὸ ἐθνικὸν Μαμερτῖνος, ὡς Μεταποντῖνος καὶ Ῥηγῖνος.
Translation pending
Μανδαραί· μέρος τῆς Μακεδονικῆς Κύρρου. οἱ οἰκήτορες Μανδαραῖοι.
Translation pending
Μανδρόπολις· Φρυγίας πόλις. τὸ ἐθνικὸν Μανδροπολίτης.
Translation pending
Μανδύριον· πόλις Ἰαπυγίας. ὁ πολίτης Μανδυρῖνος, ὡς Λεοντῖνος.
Translation pending
Μανήσιον· πόλις Φρυγίας. Ἀλέξανδρος (FGrHist 273 F 126). ἀπὸ Μανέως σφόδρα εὐπόρου κτίστου.
Translation pending
50 Μανθυρέα· κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Μανθυρεύς διὰ τὸ ἐπάλληλον τῶν δύο εε.
Translation pending
51 Μαννάκαρτα· πόλις Ἀραβίας. ὁ οἰκήτωρ Μαννακαρτηνός ὡς Μηδαβηνός.
Translation pending
52 Μάννεως· χώρα μέση τῶν ποταμῶν, ἐν ᾗ οἰκοῦσιν Ἄραβες Μαννεῶται, ὡς Οὐράνιος (FGrHist 675 F 28) φησι.
Translation pending
53 Μάνταλος· πόλις Φρυγίας, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος (FGrHist 273 F 127), ἀπὸ Μανταλοῦ κτίστου αὐτῆς. τὸ ἐθνικὸν Μανταληνός.
Translation pending
54 Μαντίνεια· πόλις Ἀρκαδίας. Ὅμηρος (Β 607) „οἳ Τεγεάν τ’ εἶχον καὶ Μαντινέην ἐνέμοντο“. τὸ ἐθνικὸν Μαντινεύς καὶ Μαντινίς. τὸ κτητικὸν Μαντινικός.
Translation pending
55 Μάντυα· πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ιε (16,40,7). γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἐξ αὐτῆς ἦν Βιργίλιος ὁ ποιητὴς Μαντούτης χρηματίζων. ἔστι δὲ κατὰ συγκοπήν, ὡς τὸ Ζελείτης.
Translation pending
56 Μαραθήσιον· πόλις Καρίας. τὸ ἐθνικὸν Μαραθήσιοι ὡς Βυζάντιοι. ἔστι δὲ πόλις Ἐφεσίων.
Translation pending
57 Μάραθος· πόλις Ἀκαρνανίας. ὁ πολίτης Μαραθηνός. τὸ ἐθνικὸν Μαραθούσιος, ὡς Κάδος Καδούσιος.
Translation pending
58 Μαραθοῦσσα· νῆσος πρὸς Κλαζομεναῖς. ὁ πολίτης Μαραθούσιος.
Translation pending
59 Μαραθών· δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.
Translation pending
60 Μαραθωνία· πόλις Θρᾴκης οὐκ ἄπωθεν Ἀβδήρων. τὸ ἐθνικὸν Μαραθωνιάτης.
Translation pending
61 Μαράφιοι· ἔθνος ἐν Περσίδι, ἀπὸ Μαραφίου βασιλέως.
Translation pending
62 Μαράχη· πόλις Ἰνδική. τὸ ἐθνικὸν Μαράχιος τῷ κοινῷ τύπῳ.
Translation pending
63 Μάργαια· πόλις Ἠλείας, ὡς Ἤραια, καὶ τὸ ἐθνικὸν Μαργαιεὺς ὡς Ἡραιεύς.
Translation pending
64 Μάργανα· πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν Περίπλῳ (1,35 [GGM 1,535,14]). ἔστι καὶ Μαργάναι πληθυντικῶς. τὸ ἐθνικὸν Μαργανεῖς.
Translation pending
65 Μάρδοι· ἔθνος Ὑρκανῶν. Ἀπολλόδωρος Περὶ γῆς β̄ (FGrHist 244 F 316 = fr. 6 Marcotte). λῃσταὶ δ’ οὗτοι καὶ τοξόται.
Translation pending
66 Μαρδόνες· Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι (fr. 241 Kassel/Austin [PCG V 435]) „καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων“.
Translation pending
67 Μάρεια· πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. ἀφ’ ἧς καὶ Μαρεώτης οἶνος.
Translation pending
68 Μᾶρες· ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 205).
Translation pending
69 Μαρίαβα· μητρόπολις Σαβαίων πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Στράβων ιε̄ (16,4,2 [C 768,9]).
Translation pending
70 Μαριαμμία· πόλις Φοινίκης. οἱ πολῖται Μαριαμμῖται, ὡς Παυσανίας ἐν κτίσει αὐτῆς (FGrHist 854 F 8).
Translation pending
Μαριανδυνία· χώρα. Εὔπολις Χρυσῷ γένει (fr. 302 Kassel/Austin [PCG V 474]) „ὁρῶ. θεῷ νῦν τήνδε Μαριανδυνίαν“. ἀπὸ Μαριανδυνοῦ τινος Αἰολέως. τὸ ἐθνικὸν Μαριανδυνὸς βαρυτόνως, καὶ Μαριανδυνίς καὶ Μαριανδύνη θηλυκὸν τοῦ Μαριανδυνοῦ. κτητικὸν Μαριανδυνός.
Translation pending
Μάριον· πόλις Κύπρου, ἡ μετονομασθεῖσα Ἀρσινόη, ἀπὸ Μαριέως. ὁ πολίτης Μαριεύς. ὅθεν καὶ τὸ κύριον „ὁ Κινύρου Μαριεύς“.
Translation pending
Μάρκαιον· ὄρος τῆς Τρωάδος πρὸς τῇ Γέργιθι. οἱ οἰκήτορες Μαρκαῖοι.
Translation pending
Μάρμακες· ἔθνος Αἰθιοπικόν. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 325).
Translation pending
Μαρμάριον· πόλις Εὐβοίας. ὁ πολίτης Μαρμάριος ὡς Βυζάντιος.
Translation pending
Μάρμη· πόλις Φοινίκης. τὸ ἐθνικὸν Μαρμαῖος ὡς Βαρκαῖος.
Translation pending
77 Μάρπησσα· ὄρος Πάρου, ἀφ’ οὗ οἱ λίθοι ἐξαίρονται. ὁ οἰκήτωρ Μαρπήσσιος.
Translation pending
78 Μάρσιππος· πόλις Φοινίκης. τὸ ἐθνικὸν Μαρσίππιος.
Translation pending
79 Μαρσοί· ἔθνος Ἰταλικόν. τὸ κτητικὸν Μαρσικός.
Translation pending
80 Μαρσύα· πόλις Φοινίκης, ὡς Ἀλέξανδρος (FGrHist 273 F 128) καὶ Φίλων (FGrHist 790 F 42), ἀπὸ Μάρσου. τὸ ἐθνικὸν Μαρσυηνὸς τῷ τῆς Ἀσίας τύπῳ.
Translation pending
81 Μαρώνεια· πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. „ἐν δὲ λίμνη Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις“ (Hecat. FGrHist 1 F 159). τὸ ἐθνικὸν Μαρωνείτης καὶ θηλυκῶς διὰ τοῦ ι, καὶ Μαρωνίς ἀπὸ τῆς Μάρωνος γενικῆς. καὶ Μαρωναῖος, ὡς ἀπὸ τοῦ Μαρώνη.
Translation pending
82 Μασαισυλία· χώρα Λιβύης προσεχὴς τῇ τῶν Μαυρουσίων. τὸ ἐθνικὸν Μασαισύλιοι καὶ Μασαισυλεῖς καὶ Μασαισυλῖται.
Translation pending
83 Μασανώραδα· πόλις Καρίας, ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. τὸ ἐθνικὸν Μασανωραδεύς.
Translation pending
84 Μάσης· πόλις Ἀργείων. Παυσανίας β̄ (2,36,2) „ὁδὸς ἐστὶν ἐπὶ Μάσητα“. Ὅμηρος (Β 562) „οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν“. λέγεται ἡ πόλις καὶ ἡ Μάσητος. οἱ πολῖται Μασήτιοι. ἔστι καὶ λίμνη καὶ κώμη Μασῆτις καὶ νῆσος.
Translation pending
85 Μάσιον· ὄρος ὑπὲρ τῆς Νισίβιος. Στράβων ιᾱ (11,12,4 [C 522,7]). οἱ οἰκοῦντες Μασηνοί ἢ <Μασιανός> ὡς Πάριον Παριάνος.
Translation pending
86 Μάσκωτος· πόλις Λιβύης. Ἑκαταῖος Περιηγήσεως <β̄> (FGrHist 1 F 333). ἔστι δὲ πλησίον τῶν Ἑσπερίδων. τὸ ἐθνικὸν Μασκωτίτης, Λιβυκῷ καὶ Αἰγυπτίῳ τύπῳ.
Translation pending
87 Μάσπιοι· ἔθνος Περσικόν, ὡς εἴρηται ἐν τῷ περὶ Μαραφίων, Ἀρτεατῶν καὶ Πασαργαδῶν.
Translation pending
88 Μασσαγέται· ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. τὸ θηλυκὸν λέγεται Μασσαγῆτις καὶ ἴσως διὰ τὸ μέτρον.
Translation pending
90 Μάσσακα· πόλις Ἰνδῶν. Ἀρριανὸς ἐν Ἰνδικοῖς (1,8). τὸ ἐθνικὸν Μασσακηνός, ὡς Μάζακα Μαζακηνός.
Translation pending
89 Μασσαλία· πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 55). Τίμαιος (FGrHist 566 F 72) δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μᾶσσαι τὸ ἀπόγειον σχοινίον· μᾶσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μᾶσσαι ὠνόμασται. τὸ ἐθνικὸν Μασσαλιώτης καὶ Μασσαλιεύς καὶ Μασσαλία καὶ Μασσαλιῶτις γυνή.
Translation pending
91 Μασσία· χώρα παρακειμένη τοῖς Ταρτησσίοις. τὸ ἐθνικὸν Μασσιανός. Θεόπομπος μγ (FGrHist 115 F 200).
Translation pending
92 Μάσταυρα· πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ᾽ ἧς ἡ πόλις. ποταμὸς δὲ <διὰ> μέσης τῆς πόλεως ῥεῖ Χρυσαόρας λεγόμενος. τὸ ἐθνικὸν Μασταυρεύς ὡς Πηγασεύς. εἴρηται καὶ Μασταυρίτης.
Translation pending
93 Μαστιανοί· ἔθνος πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 41). εἴρηται δὲ ἀπὸ Μαστίας πόλεως.
Translation pending
94 Μαστραμέλη· πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν ιᾱ (Epit. fr. 2 Stiehle).
Translation pending
95 Μασσύλοι· Λιβυκὸν ἔθνος. Ἀπολλόδωρος β̄ (FGrHist 244 F 329 = fr. 26 Marcotte). Πολύβιος ἐν τῷ ζ̄ (7,14c) Μασσουλεῖς αὐτούς φησι.
Translation pending
96 Μασχάνη· πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κουάδρατος η̄ Παρθικῶν (FGrHist 97 F 15). τὸ ἐθνικὸν Μασχανεύς.
Translation pending
97 Μάταυρος· πόλις Σικελίας, Λοκρῶν κτίσμα. τὸ ἐθνικὸν Ματαυρῖνος. Στησίχορος Εὐφήμου παῖς Ματαυρῖνος γένος, ὁ τῶν μελῶν ποιητής.
Translation pending
98 Ματιανή· μοῖρα τῆς Μηδίας. Στράβων ιᾱ (11,7,2 [C 509,2]) „τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ“.
Translation pending
99 Ματυκέται· ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 189).
Translation pending
100 Μαυριτανίαι· δύο, ἡ μὲν Τιγγιτανή, ἡ δὲ Καισαρησία, ὡς Μαρκιανὸς ἐν τῷ Περίπλῳ (2,47 [GGM 1,562,25]).
Translation pending
Μαυρούσιοι καὶ Μαῦροι· ἔθνος μέγα Λιβύης, ὡς Κουάδρατος ἐν ᾱ Παρθικῶν (FGrHist 97 F 6). τὸ θηλυκὸν Μαυρουσίς.
Translation pending
Μαυσός· κώμη Κορίνθου. Θεόπομπος λβ̄ (FGrHist 115 F 174). τὸ ἐθνικὸν Μαυσεῖς.
Translation pending
Μαύσωλοι· οἱ Κᾶρες, ἀπὸ Μαυσώλου. Δημοσθένης ῑ Βιθυνιακῶν (FGrHist 699 F 8 = fr. 7 Powell) „Δαίδαλα Μαυσώλων“.
Translation pending
Μαχαιροῦς· φρούριον τῆς Ἰουδαίας, ὡς Ἰώσηπος (AJ 14,89 et 18,111; BJ 1,161. 167, etc.). τὸ ἐθνικὸν ὤφειλεν ὡς Ἱεριχούντιος. αὐτὸς δὲ Μαχαιρίτας αὐτούς φησι.
Translation pending
105 Μεγάλη πόλις· <πόλις> Ἀρκαδίας, ἣν συνῴκισαν ἄνδρες Ἀρκάδες μετὰ τὰ Λευκτρικά. ἐκαλεῖτο δὲ κατὰ τὸ ἥμισυ μέρος Ὀρεστία, ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. οἱ δὲ πολῖται Ὀρέστιοι καὶ Μεγαλοπολῖται. ἀφ’ ἧς Κερκίδας ἄριστος νομοθέτης καὶ μελιάμβων ποιητής, καὶ Αἰνησίας περιπατητικὸς ὁ Θεοφράστου μαθητής, καὶ Ἀκεστόδωρος περὶ πόλεων συγγεγραφώς, καὶ Πολύβιος μ̄ βιβλία συγγράψας. οὗτοι Μεγαλοπολῖται. τὸ κτητικὸν Μεγαλοπολιτικός. β̄ ἔστι καὶ ἄλλη πόλις Καρίας, ἡ νῦν Ἀφροδισιάς, ἡ πρότερον Λελέγων πόλις. καὶ διὰ τὸ μέγεθος ἐκλήθη Μεγαλόπολις. ὠνομάσθη δὲ καὶ Νινόη ἀπὸ Νίνου. ὁ πολίτης Νινοήτης. ἔστι καὶ Ἰβηρίας Μεγάλη πόλις, ὡς Φίλων (FGrHist 790 F 43). ἔστι καὶ Μεγάλη νῆσος ἡ νῦν Λυκίας.
Translation pending
106 Μέγαρα· πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου, ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ὁ πολίτης Μεγαρεύς. ἀφ᾿ ὧν Θέογνις ὁ τὰς παραινέσεις γράψας. ἦν δὲ σχολὴ φιλοσόφων Μεγαρικῶν λεγομένη, διαδεξαμένων Εὐκλείδην Μεγαρέα Σωκρατικόν, ὡς Στράβων θ (9,1,8 [C 393,13]). τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Μεγαρίς καὶ Μεγαρηίς. καὶ κτητικὸν Μεγαρικός. οὕτω δὲ καὶ τοὺς Μεγαρικοὺς κεράμους διὰ τοῦ ε χρὴ λέγειν, οὐ διὰ τοῦ α, ὡς οἱ ἔμποροι τὴν ἄρχουσαν παραφθείροντες. τὰ τοπικὰ Μεγαρόθεν ἐκ τόπου, καὶ ἐν τόπῳ Μεγαροῖ ὡς Πυθοῖ. ἔστι καὶ Μέγαρα ἐν Θετταλίᾳ. γ ἐν Πόντῳ. δ ἐν Ἰλλυρίδι. ε ἐν Μολοσσίδι. ς ἐν Σικελίᾳ, ἡ πρότερον Ὕβλη, ἀπὸ Ὕβλωνος βασιλέως. καὶ Ὑβλαῖοι οἱ πολῖται.
Translation pending
107 Μεγαρικόν· πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς ε (FGrHist 156 F 18 = Bith. fr. 4 Roos) „Ἀστακός τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν“. τὸ ἐθνικὸν Μεγαρικός.
Translation pending
Μέγασα· ὡς Γέρασα, πόλις Λιβύης. Ἑκαταῖος Περιηγήσει Ἀσίας (FGrHist 1 F 335) „ἐξ αὐτῆς σιτοφάγοι καὶ ἀροτῆρες“.
Translation pending
Μεγίστη· πόλις καὶ νῆσος τῆς Λυκίας, ὡς ὁ πολυίστωρ (FGrHist 273 F 129), ἀπὸ Μεγιστέως τινός. τὸ ἐθνικὸν Μεγιστεύς.
Translation pending
Μεδεών· Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων θ (9,2,26 [C 410,24]). ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκτρας. τὸ ἐθνικὸν Μεδεώνιος. ἔστι καὶ τῆς Ἠπείρου πόλις καὶ κώμη.
Translation pending
Μεδιολάνιον· πόλις Ἀκυτανίας. οἱ οἰκοῦντες Μεδιολάνιοι.
Translation pending
Μεδίων· πόλις πρὸς τῇ Αἰτωλίᾳ. Πολύβιος ιη (18,40,5). τὸ ἐθνικὸν Μεδιώνιος.
Translation pending
Μέδμασα· πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 244). τὸ ἐθνικὸν Μεδμασεύς τῷ τύπῳ τῆς χώρας, ὡς Πηγασεύς.
Translation pending
Μέδμη· πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 81). ἀπὸ Μέδμης κόρης τινός. ὁ πολίτης Μεδμαῖος. ὅθεν ἦν Φίλιππος ἀξιόλογος ἀνὴρ ὁ περὶ ἀνέμων γεγραφώς (test. 5 Lasserre). ἔστι καὶ ἑτέρα πόλις τῆς Λιγυστικῆς. ἐθνικὸν Μεδμαῖος.
Translation pending
Μεδυλλία· πόλις, Ἀλβανῶν κτίσις, Ῥωμαίων ἀποικία. Διονύσιος γ̅ Ῥωμαϊκῆς ἀρχαιολογίας (3,1,2). τὸ ἐθνικὸν Μεδυλλῖνος.
Translation pending
Μεθουριάδες· νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλησίον Τροιζῆνος. Ἀνδροτίων ε̅ Ἀτθίδος (FGrHist 324 F 21). τὸ ἐθνικὸν Μεθουριεύς.
Translation pending
Μεθύδριον· πόλις Ἀρκαδίας. ὁ πολίτης Μεθυδριεύς. ἔστι καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων (FGrHist 790 F 44).
Translation pending
Μεθώνη· πόλις Θρᾴκης. Μαγνησίας ("Ομηρος [Β 716] διὰ τοῦ η „οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο“). ὁ πολίτης Μεθωναῖος. ἔστι καὶ Μακεδονίας. ἐκλήθη ἀπὸ τοῦ μέθυ· πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς, ἧς τὸ ἐθνικὸν Μεθωναιεύς ὡς Κορωναιεύς. δ̄ ἐν Περσίδι. ε̄ Εὐβοίας.
Translation pending
Μελάγχλαινοι· ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 185). κέκληνται ἀφ’ ὧν φοροῦσιν, ὡς Ἱππημολγοί παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν, καὶ Μοσύνοικοι παρὰ τὰς οἰκήσεις.
Translation pending
120 Μελαιναί· πόλις Ἀρκαδίας, ἀπὸ Μελαινέως τοῦ Λυκάονος, ὡς Παυσανίας (8,26,8). ὁ πολίτης Μελαινεύς, ὡς τῆς Ἡραίας Ἡραιεύς. Ῥιανὸς ἐν Ἠλιακῶν ᾱ (FGrHist 265 F 8 = fr. 20 Powell) „Γόρτυν’ Ἡραιάν τε πολυδρύμους τε Μελαίνας“. εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς (FGrHist 273 F 62). δύναται τὸ ἐθνικὸν Μελαινίτης ὡς Κελαινίτης.
Translation pending
121 Μελαινεῖς· δῆμος Ἀντιοχίδος φυλῆς. Καλλίμαχος δὲ Μελαινάς φησι τὸν δῆμον ἐν Ἑκάλῃ (fr. 84 Hollis = fr. 266 Pfeiffer). ὁ δημότης ὁμοίως Μελαινεύς. τὸ θηλυκὸν Μελαινηίς. τὰ τοπικὰ ἐκ Μελαινέων εἰς Μελαινέων ἐν Μελαινέων.
Translation pending
122 Μελάμπεια· πόλις Λυδίας, ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς (FGrHist 765 F 27). τὸ ἐθνικὸν Μελαμπεύς ὡς Σελευκεύς Ἀλεξανδρεύς.
Translation pending
123 Μελανδία· χώρα Σικυωνίας. Θεόπομπος λ̄γ̄ Φιλιππικῶν (FGrHist 115 F 177). τὰ ἐθνικὰ Μελάνδιος καὶ Μελανδία.
Translation pending
124 Μελανίππιον· πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 259). τινὲς δὲ Λυκίας φασί. τὸ ἐθνικὸν Μελανιππιεύς καὶ Μελανίππιος.
Translation pending
125 Μελήτειος κόλπος· ὁ Σμυρναῖος ἐκαλεῖτο, ἀπὸ Μέλητος ποταμοῦ, ὡς Ἑκαταῖος ἐν Αἰολικοῖς (FGrHist 1 F 227).
Translation pending
126 Μελία· πόλις Καρίας. Ἑκαταῖος Γενεαλογιῶν δ̄ (FGrHist 1 F 11 = fr. 11 Fowler). τὸ ἐθνικὸν Μελιεύς ὡς Ὑριεύς.
Translation pending
127 Μελίβοια· πόλις Θετταλίας. Στράβων θ̄ (9,5,22 [C 443,21]). τὸ ἐθνικὸν Μελιβοεύς, ὡς Θεόπομπος (FGrHist 115 F 372). τὸ θηλυκὸν Μελιβοιάς.
Translation pending
128 Μελιγουνίς· μία τῶν Αἰόλου νήσων. Καλλίμαχος ἐν τῷ Ἀρτέμιδος ὕμνῳ (48). τὸ ἐθνικὸν Μελιγουνίτης.
Translation pending
129 Μέλινα· πόλις Ἄργους, ἀφ’ ἧς Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων (403) „τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεόν“.
Translation pending
130 Μελινοφάγοι· ἔθνος Θρᾴκης. Ξενοφῶν ἐν Ἀναβάσεως ζ (7,5,12) καὶ Θεόπομπος ἐν τῷ μθ (FGrHist 115 F 223).
Translation pending
131 Μέλισσα· πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 357). ὁ οἰκήτωρ Μελισσαῖος. ἡ χώρα Μελισσαία. ἔστι καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα. τὸ ἐθνικὸν Μελισσηνὸς ὡς Κυζικηνός.
Translation pending
132 Μελίταια· πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίᾳ (SH 30). Θεόπομπος (FGrHist 115 F 373) δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λ̄ (FGrHist 70 F 95) „οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες“. Μελίτεια Φίλων (FGrHist 790 F 45) οὕτω γράφει, τὰ αὐτὰ πράγματα τῇ εἰρημένῃ προσάπτων. τὸ ἐθνικὸν Μελιτεύς.
Translation pending
133 Μελίτη· νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας, ὅθεν τὰ κυνίδια Μελιταῖά φασιν. ὁ οἰκήτωρ Μελιταῖος. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων, καὶ δῆμος Οἰνηίδος φυλῆς. ὁ δημότης Μελιτεύς. τὰ τοπικὰ εἰς Μελίτην ἐκ Μελίτης καὶ ἐν Μελίτῃ.
Translation pending
134 Μελιτηνή· πόλις Καππαδοκίας. Στράβων ιᾱ (11,12,2 [C 521,4]) „τὸ δ’ Ἄμανον ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθ’ ὃ ἡ Κομμαγηνὴ <τῇ> Καππαδοκίᾳ παράκειται“. οἱ πολῖται Μελιτηνοὶ ὡς Κομμαγηνοί.
Translation pending
135 Μελίτουσα· πόλις Ἰλλυρίας. Πολύβιος ιγ (13,10,11). τὸ ἐθνικὸν Μελιτουσαῖος ὡς Σκοτουσαῖος, καὶ Μελιτούσιος ὡς Σκοτούσιος.
Translation pending
136 Μεμβλίαρος· νῆσος πλησίον Θήρας <ἡ> καὶ Ἀνάφη, ἀπὸ Μεμβλιάρου τοῦ Θήραν οἰκήσαντος Φοίνικος, τῶν μετὰ Κάδμου ἑνός. λέγεται καὶ κατὰ ἀφαίρεσιν Βλίαρος. τὸ ἐθνικὸν Μεμβλιάριος.
Translation pending
138 Μέμνονες· ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυΐστωρ (FGrHist 273 F 130) φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς.
Translation pending
137 Μέμφις· ἡ διασημοτάτη Αἰγύπτου μητρόπολις. κλίνεται καὶ Μέμφιος καὶ Μέμφιδος. ὁ πολῖτης Μεμφίτης. καὶ Μεμφιτικός κτητικόν.
Translation pending
139 Μεναί· πόλις Σικελίας ἐγγὺς Παλικῶν. Ἀπολλόδωρος ἐν β Χρονικῶν (FGrHist 244 F 5). τὸ ἐθνικὸν Μεναῖος, ὡς Ἁλικύαι Ἁλικυαῖος.
Translation pending
140 Μένδη· πόλις Θρᾴκης, ἀπὸ Μένδης γυναικός. Ἀπολλόδωρος (FGrHist 244 F 195) Μένδιν αὐτήν φησι. τὸ ἐθνικὸν Μενδαῖος οἶνος.
Translation pending
141 Μένδης· πόλις Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζ (17,1,19 [C 802,9]) „καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον“. ὁ πολίτης Μενδήσιος καὶ Μενδησία θηλυκόν. λέγεται καὶ Μενδίτης.
Translation pending
142 Μενεδήμιον· πόλις Λυκίας. Καπίτων ἐν Ἰσαυρικῶν γ (FGrHist 750 F 8). τὸ ἐθνικὸν Μενεδήμιος ἢ Μενεδημιεύς.
Translation pending
143 Μενεκίνη· πόλις Οἰνώτρων ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 67b). τὸ ἐθνικὸν Μενεκιναῖος καὶ Μενεκινῖνος διὰ τὴν χώραν.
Translation pending
Μενέλαος· πόλις Αἰγύπτου. Στράβων ιζ (17,1,23 [C 803,24]). καὶ ἡ χώρα Μενελαΐτης. ἔστι καὶ χωρίον Σπάρτης Μενελάειον. τὸ ἐθνικὸν Μενελαεύς, ὡς Κοτιάειον Κοτιαεύς. καὶ κτητικὸν Μενελαϊκός. τῆς δ’ Αἰγυπτίας Μενελαΐτης.
Translation pending
Μένουθις· Αἰγυπτία κώμη πρὸς τῷ Κανώβῳ. καὶ νῆσος Αἰθιοπίας Μενουθιάς. τὸ ἐθνικὸν Μενουθίτης τοῦ Μένουθις διὰ τὸν τῆς χώρας χαρακτῆρα, τοῦ δὲ Μενουθιάς Μενουθιεύς.
Translation pending
Μέντορες· ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 94).
Translation pending
Μέντυρνα· πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ις (vol. 4, p. 282 Jacoby). τὸ ἐθνικὸν Μεντυρναῖος.
Translation pending
Μερμησσός· πόλις Τρωική, ἀφ’ ἧς ἡ Ἐρυθραία Σίβυλλα. ἦν γὰρ καὶ ἡ πόλις αὐτὴ ἐρυθρὰ τῷ χρώματι. τὸ ἐθνικὸν Μερμήσσιος καὶ Μερμησσεύς.
Translation pending
149 Μερόη· πόλις Αἰθιόπων. Ἡρόδοτος β (2,29,6). ἀπὸ Μερόης. ἔστι καὶ νῆσος. ὁ πολίτης Μεροΐτης, ὡς τῆς Ἀρσινόης Ἀρσινοΐτης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας. τὸ ἐθνικὸν Μεροαῖος ἢ Μερούσιος, κατὰ τὸ τῆς ἑορτῆς ὄνομα. καὶ τὸ κτητικὸν Μερουσιακός. ἔστι καὶ Μερόη πόλις Λυκίας.
Translation pending
150 Μερούσιον· χωρίον, ὡς Θεόπομπος Φιλιππικῶν λθ (FGrHist 115 F 189). οἱ οἰκήτορες ὁμοίως Μερούσιοι, καὶ Μερόεσσα ἡ Ἄρτεμις. ἀπέχει δὲ ὁ τόπος Συρακουσῶν στάδια ο. τινὲς δὲ ἀπὸ Μερόης Αἰθιοπίας.
Translation pending
151 Μέροψ· Τριόπα παῖς, ἀφ’ οὗ Μέροπες οἱ Κῷοι καὶ <ἡ> νῆσος Μεροπίς.
Translation pending
152 Μεσανίτης κόλπος· Μαρκιανὸς ἐν Περιπίλῳ τῆς Περσικῆς θαλάσσης (1,18 [GGM 1,528,14]).
Translation pending
Μέση τῶν ποταμῶν· χώρα μεταξὺ Εὐφράτου καὶ Τίγριδος. καὶ Ἀδιαβηνὴ ἐκαλεῖτο, ὡς ἱστορεῖ Κουάδρατος (FGrHist 97 F 29a). τὸ ἐθνικὸν Μεσοποταμίτης.
Translation pending
Μεσημβρία· πόλις Ποντική. Νικόλαος ε̄ (FGrHist 90 F 43). ἐκλήθη ἀπὸ Μέλσου. βρίαν γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. ὡς οὖν Σηλυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος <πόλις>, οὕτω Μεσημβρία ἡ Μέλσου πόλις, καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. ὁ πολίτης Μεσημβριανός. ἔστι καὶ Θρᾴκης Μεσημβρία πρὸς τῷ τέλει τῆς χερρονήσου, ὡς Ἡρόδοτος ζ̄ (7,108,2). τὸ ἐθνικὸν ὅμοιον.
Translation pending
Μέσμα· πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν γ̄ Χρονικῶν (FGrHist 244 F 12). τὸ ἐθνικὸν Μεσμανός, ὡς τῆς Νώλης Νωλανός.
Translation pending
Μεσόλα· πόλις Μεσσήνης, μία τῶν ε̄. Νικόλαος δ̄ (FGrHist 90 F 32). τὸ ἐθνικὸν Μεσολατης, ὡς τῆς Μεσόας Μεσοάτης.
Translation pending
Μεσοπόντιος· ὁ Ἐρέσιος Ποσειδῶν· οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λέσβου. Καλλίμαχος Αἰτίων ᾱ (Aet. fr. 39 Harder = fr. 39 Pfeiffer).
Translation pending
158 Μέσσαβα· πόλις Καρῶν. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 252). τὸ ἐθνικὸν Μεσσαβεύς, τῷ τύπῳ τῶν Καρικῶν πόλεων.
Translation pending
159 Μεσσαπέαι· χωρίον Λακωνικῆς. τὸ ἐθνικὸν Μεσσαπεύς· οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται. Θεόπομπος νζʹ (FGrHist 115 F 245).
Translation pending
160 Μεσσαπία· χώρα Ἰαπυγίας προσεχὴς Τάραντι. τὸ ἐθνικὸν Μεσσάπιος. Παυσανίας ι (10,10,6).
Translation pending
161 Μεσσάπιον· ὄρος Εὐβοίας· {καὶ Μεσσαπικός} ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν.
Translation pending
Μεσσήνη· καὶ χώρα καὶ πόλις. Στράβων η̅ (8,4,1 [C 358,29]). χώρα δὲ ἡ Μεσσηνία καὶ Μέσση κατὰ συγκοπήν, ἢ Μέση καὶ Μεσήνη, ὥς τινες. τὸ ἐθνικὸν καὶ ὁ πολίτης Μεσσήνιος καὶ θηλυκὸν Μεσσηνίς. ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας. καὶ χώρα Περσίδος Μεσήνη δι’ ἑνὸς σ, ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός (FGrHist 97 F 29b) φησι.
Translation pending
Μεσσόα· τόπος Λακωνικῆς. Στράβων η̅ (8,5,3 [C 364,5]). ἔστι καὶ φυλὴ Λακωνική. τὸ ἐθνικὸν Μεσσοάτης.
Translation pending
Μεσυγίς· ὄρος Λυδίας. τὸ τοπικὸν Μεσυγίτης. Στράβων ιδ̅ (14,1,47 [C 650,23]) „ὅθεν ἄριστος Μεσυγίτης οἶνος ὁ Ἀρομεύς“.
Translation pending
Μεταγώνιον· πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 344). θηλυκῶς δὲ ταύτην φησί. τὸ ἐθνικὸν Μεταγωνίτης.
Translation pending
Μέταον· πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος (FGrHist 4 F 92 = fr. 92 Fowler).
Translation pending
167 Μέταπα· πόλις Ἀκαρνανίας. Πολύβιος ε̅ (5,7,8). τὸ ἐθνικὸν Μεταπαῖος ἢ Μεταπάτης διὰ τὸ ἐπιχώριον.
Translation pending
168 Μεταπόντιον· πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις, ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου· τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. ὁ πολίτης Μεταποντῖνος. ἀφ᾿ οὗ Φίλων ὁ αὐλητὴς καὶ ποιητής (SH 689). λέγεται καὶ Μεταπόντιος ὡς Βυζάντιος. καὶ Μεταποντίνη.
Translation pending
169 Μετάχοιον· φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος λ̅ (FGrHist 70 F 94b). τὸ ἐθνικὸν ἐκ Μεταχοίου, ὡς τοῦ Οἴου τὸ ἐξ Οἴου {Οἶον δὲ δῆμος τῆς Ἀττικῆς}, ὡς λέλεκται· ἢ Μεταχοιάτης· καὶ γὰρ Οἶος πολίχνιον, ἧς τὸ ἐθνικὸν Οἰάτης. Ἀνδροτίων δὲ ἐν τῷ ζ̅ (FGrHist 324 F 29) Μετάχοιρον αὐτήν φησι καὶ ἴσως περιφραστικῶς.
Translation pending
170 Μέτηλις· πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας, ἡ νῦν Βῆχις λέγεται. τὸ ἐθνικὸν Μετηλίτης νοµός.
Translation pending
171 Μήδαβα· πόλις τῶν Ναβαταίων. ὁ πολίτης Μηδαβηνός, ὡς Οὐράνιος ἐν Ἀραβικῶν β̄ (FGrHist 675 F 8).
Translation pending
172 Μηδία· χώρα ταῖς Κασπίαις παρακεκλιμένη πύλαις. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 286). ἀπὸ Μήδου υἱοῦ Μηδείας. τὸ ἐθνικὸν Μῆδος ὁμοφώνως τῷ πρωτοτύπῳ, καὶ θηλυκὸν Μηδίς, καὶ Μηδικός, καὶ Μήδειοι λέγονται. ὁ Μηδικὸς ὀπός, ἡ Μηδικὴ βοτάνη. Στράβων (11,13,7 [C 525,17]) „φέρει δὲ σίλφιον ἡ χώρα, ἀφ’ οὗ ὁ Μηδικὸς καλούμενος ὀπός, οὐ πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ“. καὶ πάλιν (11,13,7 [C 525,15]) „καὶ τὴν βοτάνην τὴν μάλιστα τρέφουσαν τοὺς ἵππους ἣν μηδίκην καλοῦμεν.“
Translation pending
173 Μήθυμνα· πόλις ἐν Λέσβῳ τῇ νήσῳ, ἀπὸ Μηθύμνης τῆς Μάκαρος θυγατρὸς καὶ γυναικὸς Λεπετύμνου. ὁ πολίτης Μηθυμναῖος. οὕτως γὰρ ἀναγράφεται Ἐχεκρατίδης περιπατητικός, Ἀριστοτέλους συνήθης, καὶ Μυρσίλος συγγραφεύς (FGrHist 477 T 1) καὶ Ἀρίων καὶ ἄλλοι πολλοὶ Μηθυμναῖοι. καὶ θηλυκὸν Μηθυμναία χώρα καὶ γυνή.
Translation pending
174 Μήκιστον· πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 122). ἔστι καὶ ἄλλη τῆς Ἤλιδος. τὸ ἐθνικὸν Μηκίστιος.
Translation pending
175 Μηκύβερνα· πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 150). ὁ πολίτης Μηκυβερναῖος· οὕτως γὰρ ἀναγράφεται Ἡγήσιππος ὁ τὰ Παλληνιακὰ συντεταχώς (FGrHist 391 T 1), καὶ Φιλωνίδης καὶ οἱ ἄλλοι.
Translation pending
176 Μῆλος· νῆσος μία τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. Φοίνικες οὖν οἰκισταὶ πρότερον, ὅθεν καὶ Βυβλὶς ἐκλήθη ἀπὸ τῶν Βυβλίων Φοινίκων· ἀλλὰ καὶ Ζεφυρία. ὁ πολίτης „Διαγόρας ὁ Μήλιος, <φιλόσοφος καὶ ᾀσμάτων> ποιητής“, καὶ Σωκράτης κατ’ Ἀριστοφάνη (Nu. 830). οἱ δ’ ἐν Θετταλίᾳ Μηλιεῖς. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας, ἧς τὸ ἐθνικὸν Μηλιεὺς καὶ διὰ τοῦ α δωρικῶς. λέγεται ἀπὸ τοῦ Μήλιος Μηλιεὺς καὶ Μηλιακὸς καὶ Μηλὶς ἡ χώρα.
Translation pending
177 Μήλουσα· νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 52). τὸ ἐθνικὸν Μηλουσαῖος.
Translation pending
178 Μῆνιγξ· νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. τὸ ἐθνικὸν Μηνίγγιος.
Translation pending
179 Μητρόπολις: <πόλις> Φρυγίας, ἀπὸ τῆς μητρὸς τῶν θεῶν <***> οἰκισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ Περὶ Φρυγίας (FGrHist 273 F 78). ἔστι καὶ ἄλλη Φρυγίας ὁμώνυμος. γ̄ Λυδίας. δ̄ Θεσσαλίας. ε̄ Ἀκαρνανίας. τὸ ἐθνικὸν Μητροπολίτης. ϛ̄ Δωριέων. ζ̄ τῶν ἐν τῷ Πόντῳ Μοσσυνοίκων. η̄ Σκυθίας. θ̄ Εὐβοίας. ῑ τῆς ἄνω Θετταλίας.
Translation pending
180 Μιάκωρος· πόλις Χαλκιδική. Θεόπομπος κε̄ Φιλιππικῶν (cf. FGrHist 115 F 152). ὁ πολίτης Μιακώριος.
Translation pending
181 Μιδάειον· πόλις Φρυγίας. <Ἑλλάνικος> ἐν β̄ Δευκαλιωνείας (FGrHist 4 F 17 = fr. 17 Fowler). καὶ Μιδάιον λέγεται. τὸ ἐθνικὸν Μιδαειεύς καὶ Μιδαϊεύς. καὶ Μιδήιον.
Translation pending
182 Μίδεια· πόλις ἐν Ἄργει, ἡ νῦν κώμη, ἡ πρότερον Περσέως πόλις, ἀπὸ Μιδείας τῆς Ἀλωέως θυγατρός. λέγεται καὶ χωρὶς τοῦ ι Μιδέα. ὁ πολίτης Μιδεάτης καὶ θηλυκὸν Μιδεᾶτις καὶ Μιδεαῖος. ἔστι δὲ καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος (Β 507) „οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν“. ἔστι καὶ Λυκίας ἄλλη.
Translation pending
183 Μίεζα· πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκαλεῖτο, ἀπὸ Μιέζης θυγατρὸς Βέρητος τοῦ Μακεδόνος, ὡς Θεαγένης ἐν Μακεδονικοῖς (FGrHist 774 F 7). Βέρης γὰρ τρεῖς ἐγέννησε, Μίεζαν Βέροιαν Ὄλγανον· ἀφ᾿ οὗ ποταμὸς ἐπώνυμος καὶ πόλις Βέροια καὶ τόπος Στρυμόνος. τὸ ἐθνικὸν Μιεζεύς καὶ Μιεζαῖος· οὕτως γὰρ χρηματίζει Νικάνωρ, καθὰ Λούκιος (fr. 7 Linnenkugel).
Translation pending
184 Μίλητος· πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 240). Δίδυμος δ’ ἐν Συμποσιακοῖς (p. 374 fr. 6 Schmidt) φησιν ὅτι πρῶτον Λελεγηὶς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων <Λελέγων>, εἶτα Πιτυοῦσσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ <οἰκήτορες> ἐν τοῖς Θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι <εἰώθασι> διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία. ὁ πολίτης Μιλήσιος. οὕτω καὶ Θαλῆς Ἐξαμύου πατρὸς Μιλήσιος ἐχρημάτιζε καὶ Φωκυλίδης καὶ Τιμόθεος κιθαρῳδός, ὃς ἐποίησε νόμων κιθαρῳδικῶν βίβλους ιη εἰς ἐπῶν ,η τὸν ἀριθμόν, καὶ προνόμια ἄλλων ,α. θνῄσκει δ’ ἐν Μακεδονίᾳ. ἐπιγέγραπται δ’ αὐτῷ τόδε (SH 518)
Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινόν
Τιμόθεον κιθάρας δεξιὸν ἡνίοχον.
Translation pending
Μιλητούπολις· πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. ὁ πολίτης Μιλητοπολίτης καὶ τὸ θηλυκὸν ἡ Μιλητοπολῖτις. Στράβων ιβ (12,8,10 [C 575,15]).
Translation pending
Μίλκωρος· Χαλκιδικὴ πόλις ἐν Θράκῃ. ὁ πολίτης Μιλκώριος. Θεόπομπος κε Φιλιππικῶν (FGrHist 115 F 152).
Translation pending
Μιλύαι· οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ᾱ Βασιλέων (FGrHist 88 F 1). καὶ ἡ χώρα Μιλυάς ὡς Μινυάς. λέγονται καὶ Μίλυες. ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. τὸ ἐθνικὸν Μιλυεύς καὶ Μιλυίτης.
Translation pending
Μιλωνία· πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διονύσιος ιζ̄ (vol. 4, p. 288 Jacoby). τὸ ἐθνικὸν Μιλωνιάτης.
Translation pending
Μίμακες· ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν η̄ (FGrHist 556 F 32).
Translation pending
Μιμνηδός· πόλις Λυδῶν. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 238). τὸ ἐθνικὸν Μιμνήδιος, ὡς τῆς Λυχνιδός Λυχνίδιος.
Translation pending
Μιναῖοι· ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς (1,18 [GGM 1,527,16]).
Translation pending
192 Μινύα· πόλις Θετταλίας. ἡ πρότερον Ἀλμωνία, ἀπὸ Μινυοῦ κληθεῖσα, ἀφ’ ἧς ἡ Μινύα καὶ Μινύειον καὶ Μινυηίς καὶ Μινυήιος. ἔστι καὶ ἑτέρα Φρυγίας ἐν τοῖς ὁρίοις Λυδίας. τὸ ἐθνικὸν Μινύαι.
Translation pending
193 Μίνῳα· <πόλις> ἐν Ἀμοργῷ τῇ νήσῳ, μιᾷ τῶν Κυκλάδων. β πόλις Σικελίας. γ ἐν Σίφνῳ, μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινώαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινώα. ἔστι καὶ Ἀραβίας, ἧς οἱ πολῖται Μινῶται, ἀπὸ Μίνωος. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων. καὶ ἡ Πάρος Μινώα. οἱ πολῖται Μινῷοι.
Translation pending
194 Μίσγητες· ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 50).
Translation pending
195 Μισγομεναί· πόλις Θετταλίας. Ἑλλάνικος α Δευκαλιωνείας (FGrHist 4 F 9 = fr. 9 Fowler). τὸ ἐθνικὸν Μισγομένιος ὡς Κλαζομένιος.
Translation pending
196 Μισητός· πόλις Μακεδονίας. Θεαγένης Μακεδονικοῖς (FGrHist 774 F 8). τὸ ἐθνικὸν Μισήτιος ὡς Βηρύτιος.
Translation pending
197 Μίσκερα· πόλις Σικανίας. Θεόπομπος μβ Φιλιππικῶν (FGrHist 115 F 198). τὸ ἐθνικὸν Μισκερεύς ὡς Μεγαρεύς.
Translation pending
198 Μίσπιλα· πόλις Μήδων. Ξενοφῶν γ̅ ᾿Αναβάσεως (3,4,10). τὸ ἐθνικὸν Μισπιλάτης.
Translation pending
199 Μόκαρσος· Θρᾴκης χωρίον. Θεόπομπος α̅ τῶν Φιλιππικῶν (FGrHist 115 F 32). τὸ ἐθνικὸν Μοκάρσιος.
Translation pending
200 Μόκατα· πόλις Βιθυνίας, ὡς Δομίτιος Καλλίστρατος ἐν τῷ Περὶ ῾Ηρακλείας δ̅ (FGrHist 433 F 7). τὸ ἐθνικὸν Μοκατηνός.
Translation pending
201 Μόκλη· κώμη Φρυγίας. οἱ οἰκήτορες Μοκληνοί.
Translation pending
202 Μολορχία· πόλις Νεμέας, ἀπὸ Μολόρκου τοῦ ξενίσαντος ῾Ηρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. τὸ ἐθνικὸν Μολορχίτης.
Translation pending
203 Μολοσσία· ἡ χώρα τῆς ᾿Ηπείρου. ὁ οἰκήτωρ Μολοσσός. καὶ θηλυκὸν Μολοσσίς καὶ τὰ Μολοσσά οὐδετέρως, καὶ Μολοτοί δι᾿ ἑνὸς τ. Μολοττός ὁ τόπος. τὸ κτητικὸν Μολοττικός.
Translation pending
204 Μολυβδίνη· πόλις Μαστιηνῶν. ῾Εκαταῖος Εὐρώπῃ (FGrHist 1 F 44).
Translation pending
205 Μολυκρία· πόλις Αἰτωλίας. Στράβων ῑ (10,2,21 [C 460,2]). Θουκυδίδης β̄ (2,84,4) Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων (fr. 23 Lightfoot = fr. 22b Powell) δὲ Μολύκρειαν αὐτήν φησι. τὸ ἐθνικὸν Μολύκριος καὶ θηλυκῶς καὶ οὐδετέρως. καὶ Μολύκρισσα καὶ Μολυκριάς. λέγεται καὶ Μολυκριεύς. Ἀρκάδιος (RE II 1,1153 Nr. 5) δὲ Μολυκραίους φησί.
Translation pending
206 Μολύνδεια· πόλις Λυκίας, ἀπὸ Μολυνδέως. Ἀλέξανδρος ἐν τῷ Περὶ Λυκίας ᾱ (FGrHist 273 F 51). τὸ ἐθνικὸν Μολυνδεύς.
Translation pending
207 Μοναβαί· πόλις Ἰσαυρίας. Καπίτων ἐν Ἰσαυρικῶν *** (FGrHist 750 F 13). τὸ ἐθνικὸν Μοναβάτης.
Translation pending
208 Μονόγισσα· *** Ἄρτεμις Μονογισηνή. ἵδρυμα Δαιδάλου μετρῶν ***. γίσσα γὰρ τῇ Καρῶν φωνῇ λίθος ἑρμηνεύεται. καὶ νῦν τοὺς πλακώδεις καὶ μαλακώδεις λίθους γίσσα λέγουσι.
Translation pending
209 Μόνοικος· πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 57). τὸ ἐθνικὸν Μονοίκιος.
Translation pending
Μοργέντιον· πόλις Ἰταλίας, ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. τὸ ἐθνικὸν Μοργεντῖνος {καὶ μοργίτης λέγεται}.
Translation pending
Μόργυνα· πόλις Σικελῶν. Φίλιστος β̄ (FGrHist 556 F 14). τὸ ἐθνικὸν Μοργυναῖος.
Translation pending
Μοσσύνοικοι· ἔθνος, περὶ οὗ Εὔδοξος ἐν ᾱ Γῆς περιόδου (fr. 281 Lasserre). τὸ κτητικὸν Μοσσυνοικικός.
Translation pending
Μόσυλον· ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Μαρκιανὸς ἐν ᾱ Περιόδου (1,14 [GGM 1,524,10]).
Translation pending
Μόσχοι· Κόλχων ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 288).
Translation pending
215 Μοτίνη· χωρίον Ἰβηρίας, ἄποικος Ῥωμαίων. Πολύβιος γ̄ (3,40,8). Φλέγων (FGrHist 257 F 28) δὲ Μουτίνην αὐτήν φησι. τὸ ἐθνικὸν Μοτιναῖος.
Translation pending
216 Μοτύη· πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 76). Φίλιστος (FGrHist 556 F 64) δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλλάττιον. τὸ ἐθνικὸν Μοτυαῖος.
Translation pending
217 Μοτύλαι· Σικελίας φρούριον παρὰ τὴν Μοτύην. Φίλιστος Σικελικῶν ε̄ (FGrHist 556 F 22). τὸ ἐθνικὸν Μοτυλαῖος.
Translation pending
218 Μουκισσός· πόλις Καππαδοκίας Δευτέρας. Καπίτων Ἰσαυρικῶν ϛ̄ (FGrHist 750 F 12).
Translation pending
219 Μούμαστος· ὡς Βουβαστός, πόλις Καρίας. Ἀλέξανδρος β̄ Καρικῶν (FGrHist 273 F 27). ὁ πολίτης †μουμαστίτης†.
Translation pending
220 Μουνυχία· λιμὴν Ἀττικῆς, ἀπὸ Μουνύχου. καὶ ἱερὸν Μουνυχίας Ἀρτέμιδος. ὁ οἰκήτωρ Μουνύχιος καὶ Μουνυχιάς. τὰ τοπικὰ Μουνυχίαθεν καὶ Μουνυχίαζε καὶ Μουνυχίασιν.
Translation pending
221 Μοῦρσα· πόλις Παιονίας, κτίσμα Ἀδριανοῦ. τὸ ἐθνικὸν Μουρσαῖος, ὡς Παρθένιος Φωκαεύς (cf. RE XVIII 4,1900 Nr. 17). λέγεται καὶ Μούρσιον.
Translation pending
222 Μοῦσειον· τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος λζ̄ (37,1,1). τὸ τοπικὸν ἀναλόγως Μουσειεύς, ὡς Σιγειεύς.
Translation pending
223 Μόψιον· πόλις τῆς Πελασγιώτιδος, χώρας Θεσσαλίας. Στράβων θ̄ (9,5,22 [C 443,30]) „ἄλλος δέ ἐστι Μόψος, ἀφ’ οὗ οἱ Ἀττικοὶ Μοψοπίαν“. τὸ ἐθνικὸν Μόψιος.
Translation pending
224 Μοψοπία· ἡ Ἀττική, ἀπὸ Μόψοπος. Καλλίμαχος (fr. 709 Pfeiffer). ἄρρητος ἡ Μόψοψ εὐθεῖα. ὁ πολίτης Μοψόπειος διὰ διφθόγγου καὶ διὰ τοῦ ι. καὶ Μοψοπιεύς. Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν α̅ Λέσχη (SH 477) Μοψοπίτης φησί, καὶ ἔδει Μοψοπιώτης. ἴσως δὲ καθ’ ὕφεσιν τοῦ ω. τὸ θηλυκὸν Μοψοπίς.
Translation pending
225 Μόψου ἑστία· <πόλις> Κιλικίας ἐπὶ τῷ Πυράμῳ ποταμῷ, ἀπὸ Μόψου τοῦ μάντεως. ὁ πολίτης Μοψεάτης, κατὰ παραγωγὴν μιᾶς τῶν λέξεων. ἀφ’ οὗ ὁ γραμματικὸς Ἡρακλείδης ὁ Μοψεάτης.
Translation pending
226 Μυγδονία· μοῖρα Μακεδονίας. καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης, ἀπὸ Μυγδόνος. τινὲς δὲ Μαιδοὺς αὐτούς φασι. τὸ κτητικὸν Μυγδονικός καὶ θηλυκῶς καὶ οὐδετέρως. λέγεται καὶ Μυγδόνιος καὶ Μυγδονία. ἐλέγετο καὶ Μυχθονία.
Translation pending
227 Μυγισσός· πόλις Καρίας. Ἑκαταῖος δ̅ Γενεαλογιῶν (FGrHist 1 F 12 = fr. 12 Fowler). τὸ ἐθνικὸν Μυγίσσιος καὶ Μυγισσία Ἀθηνᾶ καὶ Μυγισσίς.
Translation pending
228 Μύης· Μύητος, ὡς Φάγρης Φάγρητος, πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 235). τὸ ἐθνικὸν Μυήσιος ὡς Φαγρήσιος.
Translation pending
Μυκάλη· πόλις Καρίας. Ἡρόδοτος α̅ (1,148,1). τὸ ἐθνικὸν Μυκαλήσιος ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν Παρωνύμοις (fr. 86 Velsen). λέγεται καὶ θηλυκῶς Μυκαλησίς, ὡς Σώστρατος ὁ Φαναγορείτης (SH 731). Δίδυμος (p. 358 fr. 1 Schmidt) δ’ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπειὶ αἱ λοιπαὶ Γοργόνες ἐπὶ τόπῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ κεῖται τῆς Καρικῆς ἁλός. ἔστιν οὖν ἡ Μυκάλη καὶ πόλις καὶ ὄρος.
Translation pending
Μυκαλησσός· πόλις μεσογεία Βοιωτίας. Θουκυδίδης ζ̅ (7,29,2). ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος γ̅ (FGrHist 70 F 28). τὸ ἐθνικὸν Μυκαλήσσιος καὶ Μυκαλησσία. ἔστι καὶ ὄρος Μυκαλησσὸς ἐναντίον Σάμου. καὶ Μυκαλησσίς τὸ θηλυκόν.
Translation pending
231 Μυκῆναι· πόλις Πελοποννήσου. Ὅμηρος (Β 569) „οἳ δὲ Μυκήνας εἶχον“. ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ· ἢ ἀπὸ μύκητος τοῦ ξίφους ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν· ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. ὁ πολίτης Μυκηναῖος καὶ θηλυκὸν Μυκηνίς. καὶ Μυκηνεύς.
Translation pending
232 Μύκοι· ἔθνος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ (FGrHist 1 F 289) „ἐκ Μύκων ἐς Ἀράξην ποταμόν“.
Translation pending
233 Μύκονος· νῆσος μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης γ̅ (3,29,1). καὶ Στράβων ι̅ (10,5,9 [C 487,15]) „Μύκονος δ᾽ ἐστίν, ὑφ᾽ ᾗ μυθεύονται κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ᾽ Ἡρακλέους καταλυθέντας, ἀφ᾽ ὧν ἡ παροιμία (cf. Zen. Ath. 2,23 = Ath. 5,17 [I 122,14 Leutsch/Schneidewin]) ,πάντα ὑπὸ μίαν Μύκονον‘ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ“. ὁ νησιώτης Μυκόνιος.
Translation pending
234 Μυλαί· πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 79). ὁ πολίτης Μυλαΐτης, ὡς τῶν Θηβῶν Θηβαΐτης, Ἀθῆναι Ἀθηναΐτης. εἰσὶ γὰρ οἳ οὕτω λέγονται. καὶ τὸ θηλυκὸν Μυλαῖτις. εἰσὶ δὲ Μυλαὶ καὶ Θετταλίας, ἧς τὸ ἐθνικὸν Μυλαῖος.
Translation pending
235 Μύλακες· ἔθνος Ἠπειρωτικόν. Λυκόφρων (1021) „Κρᾶθις δὲ γείτων ἡδὲ Μυλάκων ὄρος“.
Translation pending
236 Μυλαντία· ἄκρα ἐν Καμίρῳ τῆς Ῥόδου. Μυλάντειοι θεοί. ἀπὸ Μύλαντος ἀμφότερα, τοῦ καὶ πρώτου εὑρόντος ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν.
Translation pending
237 Μύλασα· πόλις Καρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ (fr. 101 Radt). τὸ ἐθνικὸν Μυλασεύς. οὕτως γὰρ ἀναγράφουσι πολλοί, ὡς Μένανδρος Καταψευδομένῳ (fr. 207 Kassel/Austin [PCG VI 2,148]).
Translation pending
238 Μύλιοι· ἔθνος Φρυγίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 270).
Translation pending
239 Μύλων· πόλις Αἰγύπτου. Ἑκαταῖος (FGrHist 1 F 318). ὁ πολίτης Μυλοπολίτης.
Translation pending
240 Μύνδος· πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 243). ἔστι καὶ πόλις Καρίας ἄλλη Παλαιὰ Μύνδος. ἧς τὸ ἐθνικὸν Μύνδιος καὶ Μυνδία. Ἀπολλώνιος καὶ Ζήνων Μύνδιοι γραμματικοί.
Translation pending
241 Μύνδωνες· ἔθνος Λιβύης. Ἔφορος κη (FGrHist 70 F 90) „Μύνδωνες οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι <καὶ> πλουσιώτατοι τὸν βίον“.
Translation pending
242 Μυονία· πόλις Φωκίδος. Παυσανίας ι (10,38,8). οἱ πολῖται Μύονες. Θουκυδίδης (3,101,2) Μυονέας αὐτούς φησι.
Translation pending
243 Μυόννησος· πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 232). Ἀρτεμίδωρος (fr. 128 Stiehle) δὲ χωρίον αὐτήν φησι. ὁ νησιώτης Μυοννήσιος.
Translation pending
244 Μυοῦς· πόλις Ἰωνίας, ὡς Φίλων (FGrHist 790 F 46) καὶ Ἀπολλόδωρος ἐν ᾱ Χρονικῶν (FGrHist 244 F 1). Στράβων ιβ̄ (12,8,17 [C 579,3]) „τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα“. τὸ ἐθνικὸν Μυούσιος.
Translation pending
245 Μύρα· πόλις Λυκίας, ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος. ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ θηλυκῶς καὶ οὐδετέρως. τὸ ἐθνικὸν Μυρεύς.
Translation pending
246 Μυργέται· ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 190). ἔν τισι δὲ τῶν Ἡρωδιανοῦ (2,552,15) γράφεται διὰ <***>γετῶν, κακῶς.
Translation pending
248 Μυρίανδρος· πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν ᾱ Ἀναβάσεως (1,4,6). τὸ κτητικὸν Μυριανδρικὸς κόλπος.
Translation pending
247 Μυρίκη· νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς (1,14 [GGM 1,524,13]).
Translation pending
249 Μυρικοῦς· πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος (FGrHist 1 F 222) „ἐς Μυρικόεντα τῆς Τρωϊκῆς“. οἱ πολῖται Μυρικούσιοι.
Translation pending
Μύρινα· πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 138c). ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ ἀπὸ Μυρίνου. τὸ ἐθνικὸν Μυριναῖος, Μυριναία δὲ ἐπὶ τῆς χώρας, καὶ οὐδετέρως Μυριναῖον.
Translation pending
Μύρκινος· τόπος καὶ πόλις κτισθεῖσα παρὰ τῷ Στρυμόνι ποταμῷ. τὸ ἐθνικὸν Μυρκίνιος καὶ Μυρκινία. Παρθένιος (fr. 47 Lightfoot = SH 659) δὲ Μυρκινίαν αὐτήν φησι.
Translation pending
Μύρλεια· πόλις Βιθυνίας, ἡ νῦν Ἀπάμεια. ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος. Νικομήδης δὲ ὁ Ἐπιφανής, Προυσίου δὲ υἱός, ἀπὸ τῆς μητρὸς Ἀπάμας Ἀπάμειαν ὠνόμασεν· οἱ δὲ ἀπὸ Μυρλείας Ἀμαζόνος. ὁ πολίτης Μυρλεανός, ὡς Ἀσκληπιάδης Μυρλεανὸς ἀναγράφεται. Στράβων (12,3,22 [C 551,11]) δὲ Μυρλεᾶτιν καλεῖ τὴν χώραν, ἴσως ἀπὸ τοῦ Μυρλεάτης. ἔστι καὶ Μυρλεανὸς κόλπος.
Translation pending
253 Μυρμήκιον· πολίχνιον τῆς Ταυρικῆς. Στράβων ζ (7,4,5 [C 310,20]). Ἡρωδιανὸς (2,552,19) διὰ διφθόγγου γράφει καὶ προπερισπᾷ. τὸ ἐθνικόν, ἐὰν μὲν διὰ διφθόγγου, Μυρμηκειεύς, εἰ δὲ διὰ τοῦ ι γράφεται, Μυρμήκιος. Ἀρτεμίδωρος (fr. 69 Stiehle) δὲ Μυρμηκίαν αὐτήν φησι.
Translation pending
254 Μυρμιδονία· χώρα τῶν Μυρμιδόνων· οὕτως γὰρ ἡ Αἴγινα ἐκλήθη.
Translation pending
255 Μυρμισσός· πόλις περὶ Λάμψακον, ὡς Πολέμων (fr. 33 Preller). τὸ ἐθνικὸν Μυρμίσσιος.
Translation pending
256 Μυρρινοῦς· δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Μυρρινούσιος. τὰ τοπικὰ Μυρρινουντόθεν Μυρρινουντάδε Μυρρινοῦντι. Διονύσιος δὲ ὁ Τρύφωνος (vide RE V 1,985 Nr. 137) Μυρρινοῦττά φησιν. ὁ δημότης ἐκ Μυρρινούττης, διὰ δύο ττ.
Translation pending
257 Μύρσινος· πόλις Ἤλιδος. „καὶ Μύρσινος ἐσχατόωσα“ (Β 616). ὕστερον δὲ Μυρτούντιον ἐκλήθη. τὸ ἐθνικὸν εὕρηται Μυρτούσιος.
Translation pending
258 Μύρτουσα· ὄρος Λιβύης. ὁ οἰκήτωρ Μυρτουσσαῖος καὶ Μυρτούσσιος.
Translation pending
259 Μύρωνος· νῆσος τοῦ Ἀραβικοῦ κόλπου. τὸ ἐθνικὸν Μυρωνονησίτης ἢ Μυρωνονησαῖος.
Translation pending
260 Μυσία· χώρα καὶ πόλις. Λυδοὶ δὲ τὴν ὀξύην μυσόν φασι. λέγονται καὶ Μυσοί καὶ Μύσιοι, καὶ Μυσάδιος αἰολικῶς.
Translation pending
261 Μυστία· πόλις Σαυνιτῶν. Φίλιστος ιᾱ (FGrHist 556 F 41). οἱ οἰκήτορες Μυστιανοί, ὡς τῆς ᾿Ωστίας ᾿Ωστιανοί.
Translation pending
262 Μυτιλήνη· πόλις ἐν Λέσβῳ μεγίστη. ῾Εκαταῖος Εὐρώπῃ (FGrHist 1 F 140). ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης. ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ δ (Aet. fr. 111 Harder = fr. 111 Pfeiffer), Παρθένιος (fr. 48 Lightfoot = SH 660) δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. λέγονται καὶ Μύτωνες καὶ Μυτωναῖοι καὶ Μυτιληναῖος.
Translation pending
263 Μυτισέρατος· φρούριον Σικελίας. Φίλιστος ι (FGrHist 556 F 39). τὸ ἐθνικὸν Μυτισερατῖνος, ὡς αὐτός.
Translation pending
264 Μυτίστρατον· πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος ᾱ (1,24,11). τὸ ἐθνικὸν Μυτιστράτιος, ὡς Στράτος Στράτιος, ἡ ᾿Ακαρνανικὴ πόλις.
Translation pending
265 Μύων· πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ. οἱ πολῖται Μύονες. λέγονται καὶ Μυονεῖς, ὡς Θουκυδίδης γ̅ (3,101,2).
Translation pending
266 Μῶβα· μοῖρα τῆς Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν β̅ (FGrHist 675 F 9). οἱ οἰκοῦντες Μωβηνοί, καὶ θηλυκῶς Μωβηνή. ἔοικε δ’ ἐνδεῖν τὸ α. ἦν γὰρ Μώαβα. καὶ τὸ ἐθνικὸν Μωαβίτης, τὸ θηλυκὸν Μωαβῖτις.
Translation pending
267 Μωθώ· κώμη Ἀραβίας, ἐν ᾗ ἔθανεν Ἀντίοχος ὁ Μακεδὼν ὑπὸ Ῥαβίλου τοῦ βασιλέως τῶν Ἀραβίων, ὡς Οὐράνιος ἐν ε̅ (FGrHist 675 F 25). ὅ ἐστι τῇ Ἀράβων φωνῇ τόπος θανάτου. οἱ κωμῆται Μωθηνοί κατὰ τὸν ἐγχώριον τύπον.
Translation pending
268 Μῶλυς· Λίβυσσα πόλις. Ἑκαταῖος Περιηγήσει Λιβύης (FGrHist 1 F 350). τὸ ἐθνικὸν Μωλύτης τῷ τύπῳ τῶν Λιβυσσῶν πόλεων καὶ Μωλυάτης.
Translation pending
269 Μώμεμφις· πόλις Αἰγύπτου. Ἡρόδοτος β̅ (2,163,2 et 169,1). κλίνεται Μωμέμφεως, ὡς Ἀρίσταρχος. καὶ Μωμεμφίτης νοµός.
Translation pending
Μωνυχία· λιμὴν τῆς Ἀττικῆς, οὗ τὴν ἐν τόπῳ σχέσιν φησὶ Θουκυδίδης η̅ (8,92,5) „τῶν Μωνυχίασι τεταγμένων ἄρχων“.
Translation pending
Μωριεῖς· ἔθνος Ἰνδικόν, ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων (fr. 172 Lightfoot = fr. 168 Powell).
Translation pending