Ἀσπίς

Stephanos of Byzantium - Ethnika

Ἀσπίς OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατ´ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ περιόδων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. τὸ ἐθνικὸν δύναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ´ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ « ω ». ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος “ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον”. τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι “ἀλλ´ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον”. [καί] “ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι”. δύναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
FormulaX (nominative PROPER NOUN) + X (genitive PROPER NOUN)
formula:276bf314e3ad9973
Translate as "X, X"
Domain: PROPER NOUNS & EPITHETS
Matched · high confidence · 1 scan row · 1 occurrence
FormulaX (nominative) + ὡς + Y (nominative HOMOMORPH)
formula:1bb0974b95264dde
Translate as "'X' as in 'Y'"
Domain: COMPARISONS & DERIVATIONAL ANALOGIES
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
FormulaX (SETTLEMENT) + Y (genitive PEOPLE)
formula:0a6d211492d74a05
Translate as "a X of the Y"
Domain: SPATIAL & PREDICATE STATEMENTS
Rule status: In progress
Matched · medium confidence · 1 scan row · 1 occurrence
FormulaX (SETTLEMENT) + Y (genitive REGION)
formula:1040044f9f2bf616
Translate as "a X in Y"
Domain: SPATIAL & PREDICATE STATEMENTS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
FormulaX... + πρός + Y (dative)
formula:1a524ea80fe79519
Translate as "X... near Y"
Domain: SPATIAL & PREDICATE STATEMENTS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 4 occurrences
Formulaτὸ ἐθνικὸν + X (nominative ETHNONYM)
formula:cfc8a7c494690fc3
Translate as "the ethnonym is 'X'"
Domain: SPATIAL & PREDICATE STATEMENTS
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence
Glossκαλεῖται/ἐκαλεῖτο/κέκληται/ἐκλήθη (ἀπο...)
gloss:ef7a95cd709173ed
is/used to be/is/was called/named after (+ ἀπο)
Domain: LINGUISTIC/META-LINGUISTIC
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.97
char LCS 307 (39.2%) · word LCS 61 (40.1%)
Stephanos
Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατ´ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ περιόδων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. τὸ ἐθνικὸν δύναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ´ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμ…
Herodian
…ικά. βαρύνεται δὲ ταῦτα τράμπις· ἔστι δὲ βαρβαρικὴ ναῦς. σάλπις, ὄλπις ὑποκοριστικόν, κάλπις, θέσπις— τὸ δὲ Θεσπίς ἐθνικόν—πόρπις. ὀξύνεται δὲ ταῦτα μὴ διὰ φωνήεντος κλινόμενα, ἐλπίς, ἀσπίς, ἔστι καὶ πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος, πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακούσιος ἐν τῷ περὶ λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις
Herodian 1.357
char LCS 47 (6.0%) · word LCS 7 (4.6%)
Stephanos
…ς οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. τὸ ἐθνικὸν δύναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ´ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ « ω ». ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος “ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον”. τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι “ἀλλ´ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον”. [καί] “ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι”. δύναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς.
Herodian
… κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν συναιρέσει οἴδιον, ζῴδιον, στῴδιον, καλώδιον, φυσείδιον, λεξείδιον, γῄδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ 'δ' οὐκ ἔχει ἐκ παραγωγῆς. τὸ δὲ δορκάδιον, ἀσπίδιον. Μένανδρος «ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον» καὶ κροκύδιον ὑπερτρισύλλαβα προπαροξύνεται. Τὰ διὰ τοῦ 'ιον' τρισύλλαβα ἔχοντα πρὸ τοῦ 'ι' 'ρ' ἢ 'λ', μὴ ὄντα ὑποκοριστικὰ μηδὲ ἔχοντα τὸ 'η' ἐν τῇ προπαραληγούσῃ, προπαροξύνεται, ἴκριον τὸ σανίδωμα, ἴτριον, ὄσπριον, …
Herodian 1.234
char LCS 38 (4.8%) · word LCS 5 (3.3%)
Stephanos
…ναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ´ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ « ω ». ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος “ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον”. τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι “ἀλλ´ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον”. [καί] “ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι”. δύναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς.
Herodian
…ι, προπαροξύνεται, αἰγίοχος, ἡνίοχος· ἔστι δὲ καὶ ἔθνος παρὰ τῷ Καυκάσῳ. Στράβων ἑνδεκάτῃ. ἔνοχος, μέτοχος, πάροχος. εἰ δὲ τῇ 'ου' διφθόγγῳ, προπερισπᾶται, οἷον ῥαβδοῦχος, κλειδοῦχος, λαμπαδοῦχος, λυχνοῦχος, σταθμοῦχος, ἀσπιδοῦχος. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι». σκηπτοῦχος, ὀφιοῦχος. Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρά, συντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκος, συλῶ ἱερόσυλος, ἄρχω γυμνασίαρχος, πορθῶ πτολίπορθος. τὰ παρὰ τὸ εἰς '…