Ἀστερία

Stephanos of Byzantium - Ethnika

Ἀστερία OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #501
Greek source: meineke
Meineke: 138.10 | Billerbeck: Α501
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-07
Word count: 44
Source: vol1_366.jpg
Edit
Ἀστερία, πόλις Συρίας. [Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν.] λέγεται καὶ Ἀστερίς. ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.100
char LCS 82 (34.2%) · word LCS 16 (37.2%)
Stephanos
Ἀστερία, πόλις Συρίας. [Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν.] λέγεται καὶ Ἀστερίς. ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη.
Herodian
Τὰ εἰς 'ερις' ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται, Ἀστερίς πόλις Συρίας καὶ νησίον μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος (Od. δ 844) ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη. λέγεται δὲ καὶ Ἀστερία. νυκτερίς. Ἐλευθερίς πόλις Βοιωτίας Ὠρωποῦ πλησίον Κότου καὶ Ἀΐκλου κτίσμα. Θεόπομπος μʹ. Ἑσπερίς ἢ Εὐεσπερίς πόλις Λιβύης, Φιλωτερίς πόλις περὶ τὴν Τρωγλοδυτικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πάστερις …
Herodian 1.298
char LCS 72 (30.0%) · word LCS 12 (27.9%)
Stephanos
Ἀστερία, πόλις Συρίας. [Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν.] λέγεται καὶ Ἀστερίς. ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη.
Herodian
…ς ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν (Od. δ 844). οὕτως ἐκαλεῖτο καὶ Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττικῆ…