Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀστερουσία, ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος, ἀποβλέπον εἰς θάλασσαν, ἀφ´ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν ἀποικίας ἐκεῖ σταλείσης. οἱ οἰκήτορες Ἀστερουσιανοί καὶ Ἀστερουσιεῖς καὶ Ἀστερούσιοι.
καὶ ἀλίμενος ὅσον σταδίων τριάκοντα, οἶνον ἄριστον ἔχοντα καλούμενον Ἀρσυηνόν, οὗ μέμνηται Στράβων ιδʹ. Ἀστερουσία ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος ἀποβλέπον εἰς θάλασσαν, ἀφ´ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν ἀποικίας ἐκεῖ σταλείσης. Γυμνησίαι δύο νῆσοι περὶ τὴν Τυρσηνίδα. Λυκόφρων (v. 633) οἱ δ´ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. Κορησσία πολίχνιον τῆς Κέω. Κραβασία πόλις Ἰβήρων. Ἑκα…