Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀφύτη ἢ Ἄφυτις ἢ Ἄφυτος, πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου. ἔσχε δὲ ἡ πόλις μαντεῖον Ἄμμωνος. ὁ πολίτης Ἀφυταῖος. Θουκυδίδης αʹ “ἐξ Ἀφύτιος ὁρμώμενος”. λέγεται καὶ Ἀφύτεια, ἴσως ἀπὸ τοῦ Ἀφύτη. καὶ Ἀφυτιεύς καὶ Ἀφυτεύς καὶ Ἀφυτήσιος.
…ταῖος. Κράμβοτις πόλις Αἰγύπτου, ἣν Ἑκαταῖος περιηγήσει Λιβύης Κράμβουτίν φησιν. Τὰ εἰς 'τις' πρὸ τοῦ 'τις' 'υ' ἔχοντα, σπάνια ὄντα, τὰ μὲν βαρύνεται, Σύρτις, Ξύστις πόλις Καρίας. Βέρυτις Τρωϊκὴ πόλις. Ἄφυτις πόλις Θρᾴκης. Θουκυδίδης αʹ ( 64) «ἐξ Ἀφύτιος ὁρμώμενος». λέγεται καὶ Ἄφυτος καὶ Ἀφύτη. Κάλυτις πόλις Συρίας. Ἡρόδοτος δευτέρᾳ (c. 159)· Κάνυτις πόλις Συρίων μεγάλη, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὰ δὲ ὀξύνεται, ῥυτίς, κυρτίς. Καλυτίς τὸ ἐθνικόν. Ἀψυρτίς. Ἀψυρτίδες
Ἀφύτη ἢ Ἄφυτις ἢ Ἄφυτος, πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου. ἔσχε δὲ ἡ πόλις μαντεῖον Ἄμμωνος. ὁ πολίτης Ἀφυταῖος. Θουκυδίδης αʹ “ἐξ Ἀφύτιος ὁρμώμενος”. λέγεται καὶ Ἀφύτεια, ἴσως ἀπὸ τοῦ Ἀφύτη. καὶ Ἀφυτιεύς καὶ Ἀφυτεύς καὶ Ἀφυτήσιος.
…ὶ τὸ κύριον. τὸ δὲ προσηγορικὸν εἰσὶν οἳ παροξύνουσιν, Ἀρίσταρχος δὲ ὀξύνει καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. Λυταί χωρίον Θεσσαλίας διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ. τὸ δὲ Ἀφύτη πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἣ καὶ Ἄφυτις καὶ Ἄφυτος ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου, καὶ Προχύτη νῆσος Σικελίας βαρύνεται. Τὰ εἰς 'τη' ὑπερδισύλλαβα τῷ 'ω' παραληγόμενα βαρύνεται, Κριθώτη πόλις Ἑλλησπόντου· ἔστι καὶ ἄκρα Ἀκαρνανίας. Περκώτη καὶ Παλαιπε…